Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.17.6 Polyb. 3.18.1 (English) >>Polyb. 3.18.8

3.17.10 κύριος δὲ γενόμενος χρημάτων πολλῶν καὶ σωμάτων καὶ κατασκευῆς τὰ μὲν χρήματʼ εἰς τὰς ἰδίας ἐπιβολὰς παρέθετο κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, τὰ δὲ σώματα διένειμε κατὰ τὴν ἀξίαν ἑκάστοις τῶν συστρατευομένων, τὴν δὲ κατασκευὴν παραχρῆμα πᾶσαν ἐξέπεμψε τοῖς Καρχηδονίοις. 3.17.11 ταῦτα δὲ πράξας οὐ διεψεύσθη τοῖς λογισμοῖς οὐδʼ ἀπέτυχε τῆς ἐξ ἀρχῆς προθέσεως, ἀλλὰ τούς τε στρατιώτας προθυμοτέρους ἐποίησε πρὸς τὸ κινδυνεύειν, τούς τε Καρχηδονίους ἑτοίμους παρεσκεύασε πρὸς τὸ παραγγελλόμενον, αὐτός τε πολλὰ τῶν χρησίμων μετὰ ταῦτα κατειργάσατο διὰ τῆς τῶν χορηγιῶν παραθέσεως.

3.18.1

Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Δημήτριος ἅμα τῷ συνεῖναι τὴν ἐπιβολὴν τῶν Ῥωμαίων παραυτίκα μὲν εἰς τὴν Διμάλην ἀξιόχρεων φρουρὰν εἰσέπεμψε καὶ τὰς ἁρμοζούσας ταύτης χορηγίας, ἐκ δὲ τῶν λοιπῶν πόλεων τοὺς μὲν ἀντιπολιτευομένους ἐπανείλετο, τοῖς δʼ αὑτοῦ φίλοις ἐνεχείρισε τὰς δυναστείας, 3.18.2 αὐτὸς δʼ ἐκ τῶν ὑποτεταγμένων ἐπιλέξας τοὺς ἀνδρωδεστάτους ἑξακισχιλίους συνέστησε τούτους εἰς τὴν Φάρον. 3.18.3 δὲ στρατηγὸς τῶν Ῥωμαίων ἀφικόμενος εἰς τὴν Ἰλλυρίδα μετὰ τῶν δυνάμεων καὶ θεωρῶν τοὺς ὑπεναντίους θαρροῦντας ἐπὶ τῇ τῆς Διμάλης ὀχυρότητι καὶ ταῖς παρασκευαῖς, ἔτι δὲ τῷ δοκεῖν αὐτὴν ἀνάλωτον ὑπάρχειν, ταύτῃ πρῶτον ἐγχειρεῖν ἔκρινε, βουλόμενος καταπλήξασθαι τοὺς πολεμίους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.17.6 Polyb. 3.18.1 (English) >>Polyb. 3.18.8

Powered by PhiloLogic