3.18.3 ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων ἀφικόμενος εἰς τὴν Ἰλλυρίδα μετὰ τῶν δυνάμεων καὶ θεωρῶν τοὺς ὑπεναντίους θαρροῦντας ἐπὶ τῇ τῆς Διμάλης ὀχυρότητι καὶ ταῖς παρασκευαῖς, ἔτι δὲ τῷ δοκεῖν αὐτὴν ἀνάλωτον ὑπάρχειν, ταύτῃ πρῶτον ἐγχειρεῖν ἔκρινε, βουλόμενος καταπλήξασθαι τοὺς πολεμίους.
3.18.4 παρακαλέσας δὲ τοὺς κατὰ μέρος ἡγεμόνας καὶ προσαγαγὼν ἔργα κατὰ πλείους τόπους ἤρξατο πολιορκεῖν.
3.18.5 λαβὼν δὲ κατὰ κράτος ἐν ἡμέραις ἑπτὰ παραχρῆμα πάντας ἥττησε ταῖς ψυχαῖς τοὺς ὑπεναντίους.
3.18.6 διόπερ εὐθέως παρῆσαν ἐκ πασῶν τῶν πόλεων ἐπιτρέποντες καὶ διδόντες αὑτοὺς εἰς τὴν τῶν Ῥωμαίων πίστιν.
3.18.7 ὁ δὲ προσδεξάμενος ἑκάστους ἐπὶ ταῖς ἁρμοζούσαις ὁμολογίαις ἐποιεῖτο τὸν πλοῦν εἰς τὴν Φάρον ἐπʼ αὐτὸν τὸν Δημήτριον.
3.18.8 πυνθανόμενος δὲ τήν τε πόλιν ὀχυρὰν εἶναι καὶ πλῆθος ἀνθρώπων διαφερόντων εἰς αὐτὴν ἡθροῖσθαι, πρὸς δὲ καὶ ταῖς χορηγίαις ἐξηρτῦσθαι καὶ ταῖς ἄλλαις παρασκευαῖς, ὑφεωρᾶτο μὴ δυσχερῆ καὶ πολυχρόνιον συμβῇ γενέσθαι τὴν πολιορκίαν.
3.18.9 διὸ προορώμενος ἕκαστα τούτων ἐχρήσατο παρʼ αὐτὸν τὸν καιρὸν τοιῷδέ τινι γένει στρατηγήματος.
3.18.10 ποιησάμενος γὰρ τὸν ἐπίπλουν νυκτὸς ἐπὶ τὴν νῆσον παντὶ τῷ στρατεύματι τὸ μὲν πλεῖον μέρος τῆς δυνάμεως ἀπεβίβασεν εἴς τινας ὑλώδεις καὶ κοίλους τόπους,