Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.20.3 Polyb. 3.20.10 (English) >>Polyb. 3.21.8

3.20.7 δύο προτείνοντες αὐτοῖς, ὧν τὸ μὲν αἰσχύνην ἅμα καὶ βλάβην ἐδόκει φέρειν δεξαμένοις τοῖς Καρχηδονίοις, τὸ δʼ ἕτερον πραγμάτων καὶ κινδύνων ἀρχὴν μεγάλων. 3.20.8 γὰρ τὸν στρατηγὸν Ἀννίβαν καὶ τοὺς μετʼ αὐτοῦ συνέδρους ἐκδότους διδόναι Ῥωμαίοις ἐπέταττον, προήγγελλον τὸν πόλεμον. 3.20.9 παραγενομένων δὲ τῶν Ῥωμαίων καὶ παρελθόντων εἰς τὸ συνέδριον καὶ διασαφούντων ταῦτα, δυσχερῶς ἤκουον οἱ Καρχηδόνιοι τὴν αἵρεσιν τῶν προτεινομένων. 3.20.10 ὅμως δὲ προστησάμενοι τὸν ἐπιτηδειότατον ἐξ αὑτῶν ἤρξαντο περὶ σφῶν

3.21.1

δικαιολογεῖσθαι. τὰς μὲν οὖν πρὸς Ἀσδρούβαν ὁμολογίας παρεσιώπων, ὡς οὔτε γεγενημένας, εἴ τε γεγόνασιν, οὐδὲν οὔσας πρὸς αὑτοὺς διὰ τὸ χωρὶς τῆς σφετέρας πεπρᾶχθαι γνώμης. 3.21.2 ἐχρῶντο δʼ ἐξ αὐτῶν Ῥωμαίων εἰς τοῦτο παραδείγματι. τὰς γὰρ ἐπὶ Λυτατίου γενομένας συνθήκας ἐν τῷ πολέμῳ τῷ περὶ Σικελίας, ταύτας ἔφασαν ἤδη συνωμολογημένας ὑπὸ Λυτατίου μετὰ ταῦτα τὸν δῆμον τῶν Ῥωμαίων ἀκύρους ποιῆσαι διὰ τὸ χωρὶς τῆς αὑτοῦ γενέσθαι γνώμης. 3.21.3 ἐπίεζον δὲ καὶ προσαπηρείδοντο παρʼ ὅλην τὴν δικαιολογίαν ἐπὶ τὰς τελευταίας συνθήκας τὰς γενομένας ἐν τῷ περὶ Σικελίας πολέμῳ. 3.21.4 ἐν αἷς περὶ μὲν Ἰβηρίας οὐκ ἔφασαν ὑπάρχειν ἔγγραφον οὐδέν, περὶ δὲ τοῦ τοῖς ἑκατέρων συμμάχοις τὴν παρʼ ἀμφοῖν ἀσφάλειαν εἶναι ῥητῶς κατατετάχθαι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.20.3 Polyb. 3.20.10 (English) >>Polyb. 3.21.8

Powered by PhiloLogic