Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.20.8 Polyb. 3.21.6 (English) >>Polyb. 3.22.3

3.21.3 ἐπίεζον δὲ καὶ προσαπηρείδοντο παρʼ ὅλην τὴν δικαιολογίαν ἐπὶ τὰς τελευταίας συνθήκας τὰς γενομένας ἐν τῷ περὶ Σικελίας πολέμῳ. 3.21.4 ἐν αἷς περὶ μὲν Ἰβηρίας οὐκ ἔφασαν ὑπάρχειν ἔγγραφον οὐδέν, περὶ δὲ τοῦ τοῖς ἑκατέρων συμμάχοις τὴν παρʼ ἀμφοῖν ἀσφάλειαν εἶναι ῥητῶς κατατετάχθαι. 3.21.5 Ζακανθαίους δὲ παρεδείκνυον οὐκ ὄντας τότε Ῥωμαίων συμμάχους καὶ παρανεγίνωσκον πρὸς τοῦτο πλεονάκις τὰς συνθήκας. 3.21.6 Ῥωμαῖοι δὲ τοῦ μὲν δικαιολογεῖσθαι καθάπαξ ἀπεγίνωσκον, φάσκοντες ἀκεραίου μὲν ἔτι διαμενούσης τῆς τῶν Ζακανθαίων πόλεως ἐπιδέχεσθαι τὰ πράγματα δικαιολογίαν καὶ δυνατὸν εἶναι λόγῳ περὶ τῶν ἀμφισβητουμένων διεξάγειν· 3.21.7 ταύτης δὲ παρεσπονδημένης τοὺς αἰτίους ἐκδοτέον εἶναι σφίσι, διʼ οὗ φανερὸν ἔσται πᾶσιν ὡς οὐ μετεσχήκασι τῆς ἀδικίας, ἀλλʼ ἄνευ τῆς αὑτῶν γνώμης πεπρᾶχθαι τοῦτο τοὔργον, 3.21.8 μὴ βουλομένους τοῦτο ποιεῖν, ὁμολογοῦντας δὲ κοινωνεῖν τῆς ἀδικίας καὶ συναναδέχεσθαι τὸν πόλεμον. οἱ μὲν οὖν καθολικώτερόν πως ἐχρήσαντο τοῖς λόγοις. 3.21.9 ἡμῖν δʼ ἀναγκαῖον εἶναι δοκεῖ τὸ μὴ παραλιπεῖν ἄσκεπτον τοῦτο τὸ μέρος, ἵνα μήθʼ οἷς καθήκει καὶ διαφέρει τὸ σαφῶς εἰδέναι τὴν ἐν τούτοις ἀκρίβειαν, παραπαίωσι τῆς ἀληθείας ἐν τοῖς ἀναγκαιοτάτοις διαβουλίοις, 3.21.10 μήθʼ οἱ φιλομαθοῦντες περὶ τούτων ἀστοχῶσι, συμπλανώμενοι ταῖς ἀγνοίαις καὶ φιλοτιμίαις τῶν συγγραφέων, ἀλλʼ τις ὁμολογουμένη θεωρία τῶν ἀπὸ τῆς ἀρχῆς ὑπαρξάντων δικαίων Ῥωμαίοις καὶ Καρχηδονίοις πρὸς ἀλλήλους ἕως εἰς τοὺς καθʼ ἡμᾶς καιρούς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.20.8 Polyb. 3.21.6 (English) >>Polyb. 3.22.3

Powered by PhiloLogic