Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 3.21.6 | Polyb. 3.22.2 (English) | >>Polyb. 3.22.12 |
3.21.10 μήθʼ οἱ φιλομαθοῦντες περὶ τούτων ἀστοχῶσι , συμπλανώμενοι ταῖς ἀγνοίαις καὶ φιλοτιμίαις τῶν συγγραφέων , ἀλλʼ ᾖ τις ὁμολογουμένη θεωρία τῶν ἀπὸ τῆς ἀρχῆς ὑπαρξάντων δικαίων Ῥωμαίοις καὶ Καρχηδονίοις πρὸς ἀλλήλους ἕως εἰς τοὺς καθʼ ἡμᾶς καιρούς .
3.22.1
ταῦτα δʼ ἔστι πρότερα τῆς Ξέρξου διαβάσεως εἰς τὴν Ἑλλάδα τριάκοντʼ ἔτεσι λείπουσι δυεῖν .
3.22.3 ἃς καθʼ ὅσον ἦν δυνατὸν ἀκριβέστατα διερμηνεύσαντες ἡμεῖς ὑπογεγράφαμεν . τηλικαύτη γὰρ ἡ διαφορὰ γέγονε τῆς διαλέκτου καὶ παρὰ Ῥωμαίοις τῆς νῦν πρὸς τὴν ἀρχαίαν ὥστε τοὺς συνετωτάτους ἔνια μόλις ἐξ ἐπιστάσεως διευκρινεῖν .
3.22.4 εἰσὶ δʼ αἱ συνθῆκαι τοιαίδε τινές · ἐπὶ τοῖσδε φιλίαν εἶναι Ῥωμαίοις καὶ τοῖς Ῥωμαίων συμμάχοις καὶ Καρχηδονίοις καὶ τοῖς Καρχηδονίων συμμάχοις ·
3.22.5 μὴ πλεῖν Ῥωμαίους μηδὲ τοὺς Ῥωμαίων συμμάχους ἐπέκεινα τοῦ Καλοῦ ἀκρωτηρίου , ἐὰν μὴ ὑπὸ χειμῶνος ἢ πολεμίων ἀναγκασθῶσιν ·
3.22.6 ἐὰν δέ τις βίᾳ κατενεχθῇ , μὴ ἐξέστω αὐτῷ μηδὲν ἀγοράζειν μηδὲ λαμβάνειν πλὴν ὅσα πρὸς πλοίου ἐπισκευὴν ἢ πρὸς
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 3.21.6 | Polyb. 3.22.2 (English) | >>Polyb. 3.22.12 |