Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.28.4 Polyb. 3.29.5 (English) >>Polyb. 3.30.2

3.29.3 καθάπερ ἐπὶ τοῦ Λυτατίου, κυρίας εἶναι ταύτας, ἐὰν καὶ τῷ δήμῳ δόξῃ τῶν Ῥωμαίων· ἀλλʼ αὐτοτελῶς ἐποιήσατο τὰς ὁμολογίας Ἀσδρούβας, ἐν αἷς ἦν, τὸν Ἴβηρα ποταμὸν μὴ διαβαίνειν ἐπὶ πολέμῳ Καρχηδονίους. 3.29.4καὶ μὴν ἐν ταῖς περὶ Σικελίαν συνθήκαις ἦν ἔγγραπτον, καθάπερ κἀκεῖνοί φασιν, ὑπάρχειν τοῖς ἀμφοτέρων συμμάχοις τὴν παρʼ ἑκατέρων ἀσφάλειαν, οὐκ αὐτοῖς μόνον τοῖς τότε συμμαχοῦσι, καθάπερ ἐποιοῦντο τὴν ἐκδοχὴν οἱ Καρχηδόνιοι· 3.29.5 προσέκειτο γὰρ ἂν ἤτοι τὸ μὴ προσλαμβάνειν ἑτέρους συμμάχους παρὰ τοὺς ὑπάρχοντας τὸ μὴ παραλαμβάνεσθαι τοὺς ὕστερον προσληφθέντας τούτων τῶν συνθηκῶν. 3.29.6 ὅτε δὲ τούτων οὐδέτερον ἐγράφη, προφανὲς ἦν ὅτι πᾶσι τοῖς ἑκατέρων συμμάχοις, καὶ τοῖς οὖσι τότε καὶ τοῖς μετὰ ταῦτα προσληφθησομένοις, τὴν παρʼ ἀμφοῖν ἀσφάλειαν ἀεὶ δέον ἦν ὑπάρχειν. 3.29.7 δὴ καὶ πάντως ἂν εἰκὸς εἶναι δόξειεν. οὐ γὰρ δήπου τοιαύτας ἔμελλον ποιήσεσθαι συνθήκας διʼ ὧν ἀφελοῦνται τὴν ἐξουσίαν σφῶν αὐτῶν τοῦ προσλαμβάνειν κατὰ καιρούς, ἄν τινες ἐπιτήδειοι φανῶσιν αὐτοῖς φίλοι καὶ σύμμαχοι, 3.29.8 οὐδὲ μὴν προσλαβόντες εἰς τὴν σφετέραν πίστιν περιόψεσθαι τούτους ὑπό τινων ἀδικουμένους· 3.29.9 ἀλλʼ ἦν ἀμφοτέρων τὸ συνέχον τῆς ἐννοίας τῆς ἐν ταῖς συνθήκαις τῶν μὲν ὑπαρχόντων ἀμφοτέροις τότε συμμάχων ἀφέξεσθαι καὶ κατὰ μηδένα τρόπον τοὺς ἑτέρους παρὰ τῶν ἑτέρων ἐπιδέξεσθαί τινας τούτων εἰς συμμαχίαν,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.28.4 Polyb. 3.29.5 (English) >>Polyb. 3.30.2

Powered by PhiloLogic