3.36.4 τῆς γὰρ διανοίας ἐπʼ οὐδὲν ἀπερειδομένης οὐδὲ δυναμένης ἐφαρμόττειν τὸ λεγόμενον ἐπʼ οὐδὲν γνώριμον, ἀνυπότακτος καὶ κωφὴ γίνεθʼ ἡ διήγησις.
3.36.5 διόπερ ὑποδεικτέος ἂν εἴη τρόπος, διʼ οὗ δυνατὸν ἔσται περὶ τῶν ἀγνοουμένων λέγοντας κατὰ ποσὸν εἰς ἀληθινὰς καὶ γνωρίμους ἐννοίας ἄγειν τοὺς ἀκούοντας.
Πρώτη μὲν οὖν καὶ μεγίστη γνῶσις,
3.36.6 ἔτι δὲ κοινὴ πᾶσιν ἀνθρώποις ἐστὶν ἡ τοῦ περιέχοντος ἡμᾶς διαίρεσις καὶ τάξις, καθʼ ἣν πάντες, ὧν καὶ μικρὸν ὄφελος, ἀνατολάς, δύσεις, μεσημβρίαν, ἄρκτον γνωρίζομεν·
3.36.7 δευτέρα δέ, καθʼ ἣν ἑκάστῃ διαφορᾷ τῶν προειρημένων τοὺς ἐπὶ τῆς γῆς τόπους ὑποτάττοντες καὶ φέροντες ἀεὶ τῇ διανοίᾳ τὸ λεγόμενον ἐπί τι τῶν προειρημένων εἰς γνωρίμους καὶ συνήθεις ἐπινοίας ἐμπίπτομεν ὑπὲρ τῶν ἀγνώστων καὶ
3.37.1
ἀοράτων τόπων. τούτων δὲ περὶ τῆς ὅλης γῆς ὑποκειμένων, ἀκόλουθον ἂν εἴη τὸ καὶ περὶ τῆς καθʼ ἡμᾶς οἰκουμένης ἀνὰ τὸν αὐτὸν λόγον διελομένους εἰς ἐπίστασιν ἀγαγεῖν τοὺς ἀκούοντας.
3.37.2 ταύτης διῃρημένης εἰς τρία μέρη καὶ τρεῖς ὀνομασίας, τὸ μὲν ἓν μέρος αὐτῆς Ἀσίαν, τὸ δʼ ἕτερον Λιβύην, τὸ δὲ τρίτον Εὐρώπην προσαγορεύουσι.
3.37.3 τὰς δὲ διαφορὰς ταύτας ὁρίζουσιν ὅ τε Τάναϊς ποταμὸς καὶ Νεῖλος καὶ τὸ καθʼ Ἡρακλέους στήλας στόμα.