Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.47.4 Polyb. 3.48.2 (English) >>Polyb. 3.48.8

3.47.9 ὑποθέμενοι γὰρ τὰς ἐρυμνότητας καὶ τραχύτητας τῶν Ἀλπεινῶν ὀρῶν τοιαύτας ὥστε μὴ οἷον ἵππους καὶ στρατόπεδα, σὺν δὲ τούτοις ἐλέφαντας, ἀλλὰ μηδὲ πεζοὺς εὐζώνους εὐχερῶς ἂν διελθεῖν, ὁμοίως δὲ καὶ τὴν ἔρημον τοιαύτην τινὰ περὶ τοὺς τόπους ὑπογράψαντες ἡμῖν ὥστʼ, εἰ μὴ θεὸς τις ἥρως ἀπαντήσας τοῖς περὶ τὸν Ἀννίβαν ὑπέδειξε τὰς ὁδούς, ἐξαπορήσαντας ἂν καταφθαρῆναι πάντας, ὁμολογουμένως ἐκ τούτων εἰς ἑκάτερον τῶν προειρημένων

3.48.1

ἁμαρτημάτων ἐμπίπτουσι. πρῶτον μὲν γὰρ ἂν τίς φανείη στρατηγὸς ἀλογιστότερος Ἀννίβου, τίς καὶ σκαιότερος ἡγεμών, 3.48.2 ὃς τοσούτων ἡγούμενος δυνάμεων καὶ τὰς μεγίστας ἐλπίδας ἔχων ἐν τούτοις τοῦ κατορθώσειν τοῖς ὅλοις, οὔτε τὰς ὁδοὺς οὔτε τόπους, ὡς οὗτοί φασιν, οὔτε ποῦ πορεύεται τὸ παράπαν οὔτε πρὸς τίνας ἐγίνωσκε, 3.48.3 τὸ δὲ πέρας, οὐδʼ εἰ καθόλου τοὐναντίον δυνατοῖς ἐπιβάλλεται πράγμασιν; 3.48.4 ἀλλʼ ὅπερ οἱ τοῖς ὅλοις ἐπταικότες καὶ κατὰ πάντα τρόπον ἐξαποροῦντες οὐχ ὑπομένουσιν, ὥστʼ εἰς ἀπρονοήτους καθιέναι τόπους μετὰ δυνάμεως, τοῦτο περιτιθέασιν οἱ συγγραφεῖς Ἀννίβᾳ τῷ τὰς μεγίστας ἐλπίδας ἀκεραίους ἔχοντι περὶ τῶν καθʼ αὑτὸν πραγμάτων. 3.48.5 ὁμοίως δὲ καὶ τὰ περὶ τῆς ἐρημίας, ἔτι δʼ ἐρυμνότητος καὶ δυσχωρίας τῶν τόπων ἔκδηλον ποιεῖ τὸ ψεῦδος αὐτῶν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.47.4 Polyb. 3.48.2 (English) >>Polyb. 3.48.8

Powered by PhiloLogic