3.5.3 ὁ δὲ Σελεύκου Δημήτριος κύριος γενόμενος ἔτη δώδεκα τῆς ἐν Συρίᾳ βασιλείας ἅμα τοῦ βίου καὶ τῆς ἀρχῆς ἐστερήθη, συστραφέντων ἐπʼ αὐτὸν τῶν ἄλλων βασιλέων.
3.5.4 ἀποκατέστησαν δὲ καὶ Ῥωμαῖοι τοὺς Ἕλληνας εἰς τὴν οἰκείαν τοὺς ἐκ τοῦ Περσικοῦ πολέμου καταιτιαθέντας, ἀπολύσαντες τῆς ἐπενεχθείσης αὐτοῖς διαβολῆς.
3.5.5 οἱ δʼ αὐτοὶ μετʼ οὐ πολὺ Καρχηδονίοις ἐπέβαλον τὰς χεῖρας, τὸ μὲν πρῶτον μεταναστῆσαι, μετὰ δὲ ταῦτα πάλιν ἄρδην αὐτοὺς ἐξαναστῆσαι προθέμενοι διὰ τὰς ἐν τοῖς ἑξῆς ῥηθησομένας αἰτίας.
3.5.6 οἷς κατάλληλα Μακεδόνων μὲν ἀπὸ τῆς Ῥωμαίων φιλίας, Λακεδαιμονίων δὲ τῆς τῶν Ἀχαιῶν συμπολιτείας ἀποστάντων, ἅμα τὴν ἀρχὴν καὶ τὸ τέλος ἔσχε τὸ κοινὸν ἀτύχημα πάσης τῆς Ἑλλάδος.
Τὰ μὲν οὖν τῆς ἐπιβολῆς ἡμῶν τοιαῦτα·
3.5.7 προσδεῖ δʼ ἔτι τῆς τύχης, ἵνα συνδράμῃ τὰ τοῦ βίου πρὸς τὸ τὴν πρόθεσιν ἐπὶ τέλος ἀγαγεῖν.
3.5.8 πέπεισμαι μὲν γάρ, κἄν τι συμβῇ περὶ ἡμᾶς ἀνθρώπινον, οὐκ ἀργήσειν τὴν ὑπόθεσιν οὐδʼ ἀπορήσειν ἀνδρῶν ἀξιόχρεων, διὰ δὲ τὸ κάλλος πολλοὺς κατεγγυηθήσεσθαι καὶ σπουδάσειν ἐπὶ τέλος ἀγαγεῖν αὐτήν.
3.5.9 ἐπεὶ δὲ τὰς ἐπιφανεστάτας τῶν πράξεων ἐπὶ κεφαλαίου διεληλύθαμεν, βουλόμενοι καὶ καθόλου καὶ κατὰ μέρος εἰς ἔννοιαν ἀγαγεῖν τῆς ὅλης ἱστορίας τοὺς ἐντυγχάνοντας, ὥρα μνημονεύοντας τῆς προθέσεως ἐπαναγαγεῖν ἐπὶ τὴν ἀρχὴν τῆς αὑτῶν ὑποθέσεως.