Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.55.9 Polyb. 3.56.5 (English) >>Polyb. 3.57.5

3.56.3 τέλος δὲ τὴν μὲν πᾶσαν πορείαν ἐκ Καινῆς πόλεως ἐν πέντε μησὶ ποιησάμενος τὴν δὲ τῶν Ἄλπεων ὑπερβολὴν ἡμέραις δεκαπέντε κατῆρε τολμηρῶς εἰς τὰ περὶ τὸν Πάδον πεδία καὶ τὸ τῶν Ἰνσόμβρων ἔθνος, 3.56.4 ἔχων τὸ διασῳζόμενον μέρος τῆς μὲν τῶν Λιβύων δυνάμεως πεζοὺς μυρίους καὶ δισχιλίους, τῆς δὲ τῶν Ἰβήρων εἰς ὀκτακισχιλίους, ἱππεῖς δὲ τοὺς πάντας οὐ πλείους ἑξακισχιλίων, ὡς αὐτὸς ἐν τῇ στήλῃ τῇ περὶ τοῦ πλήθους ἐχούσῃ τὴν ἐπιγραφὴν ἐπὶ Λακινίῳ διασαφεῖ. 3.56.5 κατὰ δὲ τοὺς αὐτοὺς καιρούς, ὡς ἐπάνω προεῖπα, Πόπλιος ἀπολελοιπὼς τὰς δυνάμεις Γναΐῳ τἀδελφῷ καὶ παρακεκληκὼς αὐτὸν ἔχεσθαι τῶν ἐν Ἰβηρίᾳ πραγμάτων καὶ πολεμεῖν ἐρρωμένως Ἀσδρούβᾳ, κατέπλευσε μετʼ ὀλίγων αὐτὸς εἰς Πίσας. 3.56.6 ποιησάμενος δὲ τὴν πορείαν διὰ Τυρρηνίας καὶ παραλαβὼν τὰ παρὰ τῶν ἑξαπελέκεων στρατόπεδα τὰ προκαθήμενα καὶ προσπολεμοῦντα τοῖς Βοίοις ἧκε πρὸς τὰ περὶ τὸν Πάδον πεδία καὶ καταστρατοπεδεύσας ἐπεῖχε τοῖς πολεμίοις, σπεύδων συμβαλεῖν εἰς μάχην.

3.57.1

Ἡμεῖς δʼ ἐπειδὴ καὶ τὴν διήγησιν καὶ τοὺς ἡγεμόνας ἀμφοτέρων καὶ τὸν πόλεμον εἰς Ἰταλίαν ἠγάγομεν, πρὸ τοῦ τῶν ἀγώνων ἄρξασθαι βραχέα βουλόμεθα περὶ τῶν ἁρμοζόντων τῇ πραγματείᾳ διελθεῖν. 3.57.2 ἴσως γὰρ δή τινες ἐπιζητήσουσι πῶς πεποιημένοι τὸν πλεῖστον λόγον ὑπὲρ τῶν κατὰ Λιβύην καὶ κατʼ Ἰβηρίαν τόπων οὔτε περὶ τοῦ καθʼ Ἡρακλέους στήλας στόματος οὐδὲν ἐπὶ πλεῖον εἰρήκαμεν οὔτε περὶ τῆς ἔξω θαλάττης καὶ τῶν ἐν ταύτῃ συμβαινόντων ἰδιωμάτων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.55.9 Polyb. 3.56.5 (English) >>Polyb. 3.57.5

Powered by PhiloLogic