Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 3.56.2 | Polyb. 3.57.2 (English) | >>Polyb. 3.57.9 |
3.56.6 ποιησάμενος δὲ τὴν πορείαν διὰ Τυρρηνίας καὶ παραλαβὼν τὰ παρὰ τῶν ἑξαπελέκεων στρατόπεδα τὰ προκαθήμενα καὶ προσπολεμοῦντα τοῖς Βοίοις ἧκε πρὸς τὰ περὶ τὸν Πάδον πεδία καὶ καταστρατοπεδεύσας ἐπεῖχε τοῖς πολεμίοις , σπεύδων συμβαλεῖν εἰς μάχην .
3.57.1
ἴσως γὰρ δή τινες ἐπιζητήσουσι πῶς πεποιημένοι τὸν πλεῖστον λόγον ὑπὲρ τῶν κατὰ Λιβύην καὶ κατʼ Ἰβηρίαν τόπων οὔτε περὶ τοῦ καθʼ Ἡρακλέους στήλας στόματος οὐδὲν ἐπὶ πλεῖον εἰρήκαμεν οὔτε περὶ τῆς ἔξω θαλάττης καὶ τῶν ἐν ταύτῃ συμβαινόντων ἰδιωμάτων ,
3.57.3 οὐδὲ μὴν περὶ τῶν Βρεττανικῶν νήσων καὶ τῆς τοῦ καττιτέρου κατασκευῆς , ἔτι δὲ τῶν ἀργυρείων καὶ χρυσείων τῶν κατʼ αὐτὴν Ἰβηρίαν , ὑπὲρ ὧν οἱ συγγραφεῖς ἀμφισβητοῦντες πρὸς ἀλλήλους τὸν πλεῖστον διατίθενται λόγον .
3.57.4 ἡμεῖς δʼ οὐχὶ νομίζοντες ἀλλότριον εἶναι τοῦτο τὸ μέρος τῆς ἱστορίας , διὰ τοῦτο παρελείπομεν , ἀλλὰ πρῶτον μὲν οὐ βουλόμενοι παρʼ ἕκαστα διασπᾶν τὴν διήγησιν οὐδʼ ἀποπλανᾶν ἀπὸ τῆς πραγματικῆς ὑποθέσεως τοὺς φιληκοοῦντας ,
3.57.5 δεύτερον δὲ κρίνοντες οὐ διερριμμένην οὐδʼ ἐν παρέργῳ ποιήσασθαι τὴν περὶ αὐτῶν μνήμην , ἀλλὰ κατʼ ἰδίαν καὶ τόπον καὶ καιρὸν ἀπονείμαντες τῷ μέρει τούτῳ , καθʼ ὅσον οἷοί τʼ ἐσμέν , τὴν ἀλήθειαν περὶ αὐτῶν ἐξηγήσασθαι .
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 3.56.2 | Polyb. 3.57.2 (English) | >>Polyb. 3.57.9 |