Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.57.5 Polyb. 3.58.3 (English) >>Polyb. 3.59.1

3.57.9 οἵ τε περὶ τὴν ἀνάγνωσιν τὸ παραπλήσιον ποιοῦντες οὔτε τῆς παραυτίκα διαγωγῆς ἀληθινῶς οὔτε τῆς εἰς τὸ μέλλον ὠφελείας στοχάζονται δεόντως.

3.58.1

Διότι μὲν οὖν, εἰ καί τι τῶν τῆς ἱστορίας μερῶν ἄλλο, καὶ τοῦτο προσδεῖ λόγου καὶ διορθώσεως ἀληθινωτέρας, προφανὲς ἐκ πολλῶν μάλιστα δʼ ἐκ τούτων. 3.58.2 σχεδὸν γὰρ πάντων, εἰ δὲ μή γε, τῶν πλείστων συγγραφέων πεπειραμένων μὲν ἐξηγεῖσθαι τὰς ἰδιότητας καὶ θέσεις τῶν περὶ τὰς ἐσχατιὰς τόπων τῆς καθʼ ἡμᾶς οἰκουμένης, ἐν πολλοῖς δὲ τῶν πλείστων διημαρτηκότων, 3.58.3 παραλείπειν μὲν οὐδαμῶς καθήκει, ῥητέον δέ τι πρὸς αὐτοὺς οὐκ ἐκ παρέργου καὶ διερριμμένως ἀλλʼ ἐξ ἐπιστάσεως, καὶ ῥητέον οὐκ ἐπιτιμῶντας οὐδʼ ἐπιπλήττοντας, 3.58.4 ἐπαινοῦντας δὲ μᾶλλον καὶ διορθουμένους τὴν ἄγνοιαν αὐτῶν, γινώσκοντας ὅτι κἀκεῖνοι τῶν νῦν καιρῶν ἐπιλαβόμενοι πολλὰ τῶν αὐτοῖς εἰρημένων εἰς διόρθωσιν ἂν καὶ μετάθεσιν ἤγαγον. 3.58.5 ἐν μὲν γὰρ τῷ προγεγονότι χρόνῳ σπανίους ἂν εὕροι τις τῶν Ἑλλήνων τοὺς ἐπιβεβλημένους πολυπραγμονεῖν τὰ κατὰ τὰς ἐσχατιὰς διὰ τὸ τῆς ἐπιβολῆς ἀδύνατον. 3.58.6 πολλοὶ μὲν γὰρ ἦσαν οἱ κατὰ θάλατταν τότε κίνδυνοι καὶ δυσεξαρίθμητοι, πολλαπλάσιοι δὲ τούτων οἱ κατὰ γῆν. 3.58.7 ἀλλʼ εἰ καί τις κατʼ ἀνάγκην κατὰ προαίρεσιν ἐξίκοιτο πρὸς τὰ πέρατα τῆς οἰκουμένης, οὐδʼ οὕτως ἤνυεν τὸ προκείμενον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.57.5 Polyb. 3.58.3 (English) >>Polyb. 3.59.1

Powered by PhiloLogic