Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.5.3 Polyb. 3.6.1 (English) >>Polyb. 3.6.8

3.5.8 πέπεισμαι μὲν γάρ, κἄν τι συμβῇ περὶ ἡμᾶς ἀνθρώπινον, οὐκ ἀργήσειν τὴν ὑπόθεσιν οὐδʼ ἀπορήσειν ἀνδρῶν ἀξιόχρεων, διὰ δὲ τὸ κάλλος πολλοὺς κατεγγυηθήσεσθαι καὶ σπουδάσειν ἐπὶ τέλος ἀγαγεῖν αὐτήν. 3.5.9 ἐπεὶ δὲ τὰς ἐπιφανεστάτας τῶν πράξεων ἐπὶ κεφαλαίου διεληλύθαμεν, βουλόμενοι καὶ καθόλου καὶ κατὰ μέρος εἰς ἔννοιαν ἀγαγεῖν τῆς ὅλης ἱστορίας τοὺς ἐντυγχάνοντας, ὥρα μνημονεύοντας τῆς προθέσεως ἐπαναγαγεῖν ἐπὶ τὴν ἀρχὴν τῆς αὑτῶν ὑποθέσεως.

3.6.1

Ἔνιοι δὲ τῶν συγγεγραφότων τὰς κατʼ Ἀννίβαν πράξεις βουλόμενοι τὰς αἰτίας ἡμῖν ὑποδεικνύναι, διʼ ἃς Ῥωμαίοις καὶ Καρχηδονίοις προειρημένος ἐνέστη πόλεμος, πρώτην μὲν ἀποφαίνουσι τὴν Ζακάνθης πολιορκίαν ὑπὸ Καρχηδονίων, 3.6.2 δευτέραν δὲ τὴν διάβασιν αὐτῶν παρὰ τὰς συνθήκας τοῦ προσαγορευομένου παρὰ τοῖς ἐγχωρίοις Ἴβηρος ποταμοῦ· 3.6.3 ἐγὼ δὲ ταύτας ἀρχὰς μὲν εἶναι τοῦ πολέμου φήσαιμʼ ἄν, αἰτίας γε μὴν οὐδαμῶς ἂν συγχωρήσαιμι. πολλοῦ γε δεῖν, 3.6.4 εἰ μὴ καὶ τὴν Ἀλεξάνδρου διάβασιν εἰς τὴν Ἀσίαν αἰτίαν εἶναί τις φήσει τοῦ πρὸς τοὺς Πέρσας πολέμου καὶ τὸν Ἀντιόχου κατάπλουν εἰς Δημητριάδα τοῦ πρὸς Ῥωμαίους· ὧν οὔτʼ εἰκὸς οὔτʼ ἀληθές ἐστιν οὐδέτερον. 3.6.5 τίς γὰρ ἂν νομίσειε ταύτας αἰτίας ὑπάρχειν, ὧν πολλὰ μὲν Ἀλέξανδρος πρότερον, οὐκ ὀλίγα δὲ Φίλιππος ἔτι ζῶν ἐνήργησε καὶ παρεσκευάσατο πρὸς τὸν κατὰ τῶν Περσῶν πόλεμον, ὁμοίως δὲ πάλιν Αἰτωλοὶ πρὸ τῆς Ἀντιόχου παρουσίας πρὸς τὸν κατὰ Ῥωμαίων;



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.5.3 Polyb. 3.6.1 (English) >>Polyb. 3.6.8

Powered by PhiloLogic