Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.60.10 Polyb. 3.61.5 (English) >>Polyb. 3.61.11

3.61.2 ἐνθυμούμενος μὲν ὅτι πρότερον ἡμέραις ὀλίγαις αὐτὸν ἀπέλιπε περὶ τὴν τοῦ Ῥοδανοῦ διάβασιν, καὶ συλλογιζόμενος τόν τε πλοῦν τὸν ἀπὸ Μασσαλίας εἰς Τυρρηνίαν ὡς μακρὸς καὶ δυσπαρακόμιστος εἴη, 3.61.3 πρὸς δὲ τούτοις τὴν πορείαν ἱστορῶν τὴν ἀπὸ τοῦ Τυρρηνικοῦ πελάγους διὰ τῆς Ἰταλίας μέχρι πρὸς τὰς Ἄλπεις ὡς πολλὴ καὶ δυσδίοδος ὑπάρχει στρατοπέδοις. 3.61.4 πλειόνων δὲ καὶ σαφεστέρως ἀεὶ προσαγγελλόντων, ἐθαύμαζε καὶ κατεπέπληκτο τὴν ὅλην ἐπιβολὴν καὶ τὴν πρᾶξιν τοῦ στρατηγοῦ. 3.61.5 τὸ δὲ παραπλήσιον συνέβαινε πάσχειν καὶ τὸν Πόπλιον· τὰς μὲν γὰρ ἀρχὰς οὐδʼ ἐπιβάλλεσθαι τῇ διὰ τῶν Ἄλπεων ἤλπισε πορείᾳ τὸν Ἀννίβαν δυνάμεσιν ἀλλοφύλοις· εἰ δὲ καὶ τολμήσαι, καταφθαρήσεσθαι προδήλως αὐτὸν ὑπελάμβανεν. διόπερ ἐν τοιούτοις ὢν διαλογισμοῖς, 3.61.6 ὡς ἐπυνθάνετο καὶ σεσῶσθαι καὶ πολιορκεῖν αὐτὸν ἤδη τινὰς πόλεις ἐν Ἰταλίᾳ, κατεπέπληκτο τὴν τόλμαν καὶ τὸ παράβολον τἀνδρός. 3.61.7 τὸ δʼ αὐτὸ συνέβαινεν καὶ τοῖς ἐν τῇ Ῥώμῃ πεπονθέναι περὶ τῶν προσπιπτόντων. 3.61.8 ἄρτι γὰρ τῆς τελευταίας φήμης καταληγούσης ὑπὲρ τῶν Καρχηδονίων ὅτι Ζάκανθαν εἰλήφασιν, καὶ πρὸς ταύτην βεβουλευμένων τὴν ἔννοιαν, καὶ τὸν μὲν ἕνα τῶν στρατηγῶν ἐξαπεσταλκότων εἰς τὴν Λιβύην, ὡς αὐτὴν τὴν Καρχηδόνα πολιορκήσοντα, τὸν ἕτερον δʼ εἰς Ἰβηρίαν, ὡς πρὸς Ἀννίβαν ἐκεῖ διαπολεμήσοντα, παρῆν ἀγγελία διότι πάρεστιν Ἀννίβας μετὰ δυνάμεως καὶ πολιορκεῖ τινας ἤδη πόλεις ἐν Ἰταλίᾳ.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.60.10 Polyb. 3.61.5 (English) >>Polyb. 3.61.11

Powered by PhiloLogic