Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.61.8 Polyb. 3.62.2 (English) >>Polyb. 3.62.10

3.61.11 αὕτη δʼ ἔστι πόλις παρὰ τὸν Ἀδρίαν ἐπὶ τῷ πέρατι κειμένη τῶν περὶ τὸν Πάδον πεδίων ὡς ἀπὸ μεσημβρίας. 3.61.12 πανταχόθεν δὲ τοῦ κινήματος ἅμα γινομένου, καὶ τῶν συμβαινόντων πᾶσι παρὰ δόξαν προσπιπτόντων, ἦν παρʼ ἑκάστοις ἐπίστασις ὑπὲρ τοῦ μέλλοντος οὐκ εὐκαταφρόνητος.

3.62.1

Κατὰ δὲ τὸν καιρὸν τοῦτον ἤδη συνεγγίζοντες ἀλλήλοις Ἀννίβας καὶ Πόπλιος ἐπεβάλοντο παρακαλεῖν τὰς ἑαυτῶν δυνάμεις, ἑκάτερος προθέμενος τὰ πρέποντα τοῖς παροῦσι καιροῖς. 3.62.2 Ἀννίβας μὲν οὖν διὰ τοιοῦδέ τινος ἐνεχείρει τρόπου ποιεῖσθαι τὴν παραίνεσιν. 3.62.3 συναγαγὼν γὰρ τὰ πλήθη παρήγαγεν νεανίσκους τῶν αἰχμαλώτων, οὓς εἰλήφει κακοποιοῦντας τὴν πορείαν ἐν ταῖς περὶ τὰς Ἄλπεις δυσχωρίαις. 3.62.4 τούτους δὲ κακῶς διετίθετο, παρασκευαζόμενος πρὸς τὸ μέλλον· καὶ γὰρ δεσμοὺς εἶχον βαρεῖς καὶ τῷ λιμῷ συνέσχηντο, καὶ ταῖς πληγαῖς αὐτῶν τὰ σώματα διέφθαρτο. 3.62.5 καθίσας οὖν τούτους εἰς τὸ μέσον προέθηκε πανοπλίας Γαλατικάς, οἵαις εἰώθασιν οἱ βασιλεῖς αὐτῶν, ὅταν μονομαχεῖν μέλλωσιν, κατακοσμεῖσθαι· πρὸς δὲ τούτοις ἵππους παρέστησε καὶ σάγους εἰσήνεγκε πολυτελεῖς. 3.62.6 κἄπειτα τῶν νεανίσκων ἤρετο τίνες αὐτῶν βούλονται διαγωνίσασθαι πρὸς ἀλλήλους ἐφʼ τὸν μὲν νικήσαντα τὰ προκείμενα λαμβάνειν ἆθλα, τὸν δʼ ἡττηθέντα τῶν παρόντων ἀπηλλάχθαι κακῶν, τελευτήσαντα τὸν βίον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.61.8 Polyb. 3.62.2 (English) >>Polyb. 3.62.10

Powered by PhiloLogic