Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.63.5 Polyb. 3.63.12 (English) >>Polyb. 3.64.5

3.63.9 καθάπερ γὰρ ἐπʼ ἐκείνων τὸν μὲν νικήσαντα καὶ τεθνεῶτα πάντες ἐμακάριζον τοὺς δὲ ζῶντας ἠλέουν, οὕτως ᾤετο δεῖν καὶ περὶ τῶν καθʼ αὑτοὺς διαλαμβάνειν καὶ πάντας ἰέναι πρὸς τοὺς ἀγῶνας, μάλιστα μὲν νικήσοντας, ἂν δὲ μὴ τοῦτʼ δυνατόν, ἀποθανουμένους. 3.63.10 τὴν δὲ τοῦ ζῆν ἡττημένους ἐλπίδα κατὰ μηδένα τρόπον ἠξίου λαμβάνειν ἐν νῷ. 3.63.11 τούτῳ γὰρ χρησαμένων αὐτῶν τῷ λογισμῷ καὶ τῇ προθέσει ταύτῃ, καὶ τὸ νικᾶν ἅμα καὶ τὸ σῴζεσθαι προδήλως σφίσι συνεξακολουθήσειν. 3.63.12 πάντας γὰρ τοὺς κατὰ προαίρεσιν κατʼ ἀνάγκην τοιαύτῃ προθέσει κεχρημένους οὐδέποτε διεψεῦσθαι τοῦ κρατεῖν τῶν ἀντιταξαμένων. 3.63.13 ὅταν δὲ δὴ καὶ τοῖς πολεμίοις συμβαίνῃ τὴν ἐναντίαν ἐλπίδα ταύτης ὑπάρχειν, νῦν ἐστι περὶ Ῥωμαίους, ὥστε φεύγουσι πρόδηλον εἶναι τοῖς πλείστοις τὴν σωτηρίαν, παρακειμένης αὐτοῖς τῆς οἰκείας, δῆλον ὡς ἀνυπόστατος γίνοιτʼ ἂν τῶν ἀπηλπικότων τόλμα. 3.63.14 τῶν δὲ πολλῶν ἀποδεχομένων τό τε παράδειγμα καὶ τοὺς λόγους καὶ λαμβανόντων ὁρμὴν καὶ παράστασιν οἵαν παρακαλῶν ἐσπούδασε, τότε μὲν ἐπαινέσας αὐτοὺς διαφῆκε, τῇ δʼ ἐπαύριον ἀναζυγὴν ἅμα τῷ φωτὶ παρήγγειλε.

3.64.1

Πόπλιος δὲ περὶ τὰς αὐτὰς ἡμέρας τὸν Πάδον ποταμὸν ἤδη πεπεραιωμένος, τὸν δὲ Τίκινον κρίνων εἰς τοὔμπροσθεν διαβαίνειν, τοῖς μὲν ἐπιτηδείοις γεφυροποιεῖν παρήγγειλε, τὰς δὲ λοιπὰς δυνάμεις συναγαγὼν παρεκάλει.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.63.5 Polyb. 3.63.12 (English) >>Polyb. 3.64.5

Powered by PhiloLogic