3.64.4 καὶ καθόλου δεινὸν ἡγεῖσθαι καὶ παράλογον, εἰ τολμῶσι Καρχηδόνιοι Ῥωμαίοις ἀντοφθαλμεῖν, πολλάκις μὲν ὑπʼ αὐτῶν ἡττημένοι, πολλοὺς δʼ ἐξενηνοχότες φόρους, μόνον δʼ οὐχὶ δουλεύοντες αὐτοῖς ἤδη τοσούτους χρόνους.
3.64.5 ὅταν δέ, χωρὶς τῶν προειρημένων, καὶ τῶν νῦν παρόντων ἀνδρῶν ἔχωμεν ἐπὶ ποσὸν πεῖραν ὅτι μόνον οὐ τολμῶσι κατὰ πρόσωπον ἰδεῖν ἡμᾶς, τίνα χρὴ διάληψιν ποιεῖσθαι περὶ τοῦ μέλλοντος τοὺς ὀρθῶς λογιζομένους;
3.64.6 καὶ μὴν οὔτε τοὺς ἱππεῖς συμπεσόντας τοῖς παρʼ αὑτῶν ἱππεῦσι περὶ τὸν Ῥοδανὸν ποταμὸν ἀπαλλάξαι καλῶς, ἀλλὰ πολλοὺς ἀποβαλόντας αὑτῶν φυγεῖν αἰσχρῶς μέχρι τῆς ἰδίας παρεμβολῆς,
3.64.7 τόν τε στρατηγὸν αὐτῶν καὶ τὴν σύμπασαν δύναμιν ἐπιγνόντας τὴν παρουσίαν τῶν ἡμετέρων στρατιωτῶν φυγῇ παραπλησίαν ποιήσασθαι τὴν ἀποχώρησιν καὶ παρὰ τὴν αὑτῶν προαίρεσιν διὰ τὸν φόβον κεχρῆσθαι τῇ διὰ τῶν Ἄλπεων πορείᾳ.
3.64.8 παρεῖναι δὲ καὶ νῦν ἔφη τὸν Ἀννίβαν, κατεφθαρκότα μὲν τὸ πλεῖστον μέρος τῆς δυνάμεως, τὸ δὲ περιλειπόμενον ἀδύνατον καὶ δύσχρηστον ἔχοντα διὰ τὴν κακουχίαν, ὁμοίως δὲ καὶ τῶν ἵππων τοὺς μὲν πλείστους ἀπολωλεκότα, τοὺς δὲ λοιποὺς ἠχρειωκότα διὰ τὸ μῆκος καὶ τὴν δυσχέρειαν τῆς ὁδοῦ.
3.64.9 διʼ ὧν ἐπιδεικνύειν ἐπειρᾶτο διότι μόνον ἐπιφανῆναι δεῖ τοῖς πολεμίοις.
3.64.10 μάλιστα δʼ ἠξίου θαρρεῖν αὐτοὺς βλέποντας εἰς τὴν αὑτοῦ παρουσίαν· οὐδέποτε γὰρ ἂν ἀπολιπὼν τὸν στόλον καὶ τὰς ἐν Ἰβηρίᾳ πράξεις, ἐφʼ ἃς ἀπεστάλη, δεῦρο μετὰ τοιαύτης ἐλθεῖν σπουδῆς, εἰ μὴ καὶ λίαν ἐκ τῶν κατὰ λόγον ἑώρα τὴν πρᾶξιν ταύτην ἀναγκαίαν μὲν οὖσαν τῇ πατρίδι, πρόδηλον δʼ ἐν αὐτῇ τὴν νίκην ὑπάρχουσαν.