3.71.3 οὐκ εἰδότες ὅτι καὶ πρὸς τὸ λαθεῖν καὶ πρὸς τὸ μηδὲν παθεῖν τοὺς ἐνεδρεύσαντας εὐφυέστεροι τυγχάνουσιν ὄντες τῶν ὑλωδῶν διὰ τὸ δύνασθαι μὲν ἐκ πολλοῦ προορᾶν πάντα τοὺς ἐνεδρεύοντας, εἶναι δʼ ἐπιπροσθήσεις ἱκανὰς ἐν τοῖς πλείστοις τόποις.
3.71.4 τὸ γὰρ τυχὸν ῥεῖθρον μετὰ βραχείας ὀφρύος, ποτὲ δὲ κάλαμοι καὶ πτέρεις καί τι γένος ἀκανθῶν, οὐ μόνον πεζοὺς ἀλλὰ καὶ τοὺς ἱππεῖς ἐνίοτε δύναται κρύπτειν, ἐὰν βραχέα τις προνοηθῇ τοῦ τὰ μὲν ἐπίσημα τῶν ὅπλων ὕπτια τιθέναι πρὸς τὴν γῆν, τὰς δὲ περικεφαλαίας ὑποτιθέναι τοῖς ὅπλοις.
3.71.5 πλὴν ὅ γε τῶν Καρχηδονίων στρατηγὸς κοινολογηθεὶς Μάγωνι τἀδελφῷ καὶ τοῖς συνέδροις περὶ τοῦ μέλλοντος ἀγῶνος, συγκατατιθεμένων αὐτῷ πάντων ταῖς ἐπιβολαῖς,
3.71.6 ἅμα τῷ δειπνοποιήσασθαι τὸ στρατόπεδον ἀνακαλεσάμενος Μάγωνα τὸν ἀδελφόν, ὄντα νέον μὲν ὁρμῆς δὲ πλήρη καὶ παιδομαθῆ περὶ τὰ πολεμικά, συνέστησε τῶν ἱππέων ἄνδρας ἑκατὸν καὶ πεζοὺς τοὺς ἴσους.
3.71.7 ἔτι δὲ τῆς ἡμέρας οὔσης ἐξ ὅλου τοῦ στρατοπέδου σημηνάμενος τοὺς εὐρωστοτάτους παρηγγέλκει δειπνοποιησαμένους ἥκειν ἐπὶ τὴν αὑτοῦ σκηνήν.
3.71.8 παρακαλέσας δὲ καὶ παραστήσας τούτοις τὴν πρέπουσαν ὁρμὴν τῷ καιρῷ παρήγγελλε δέκα τοὺς ἀνδρωδεστάτους ἕκαστον ἐπιλεξάμενον ἐκ τῶν ἰδίων τάξεων ἥκειν εἴς τινα τόπον τακτὸν ἤδη τῆς στρατοπεδείας.