Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 3.72.4 | Polyb. 3.72.11 (English) | >>Polyb. 3.73.6 |
3.72.9 τοὺς δʼ ἱππεῖς διελὼν ἐφʼ ἑκάτερον παρέστησε τὸ κέρας , πλείους ὄντας μυρίων σὺν τοῖς παρὰ τῶν Κελτῶν συμμάχοις , τὰ δὲ θηρία μερίσας πρὸ τῶν κεράτων διʼ ἀμφοτέρων προεβάλετο .
3.72.10 Τεβέριος δὲ κατὰ τὸν αὐτὸν καιρὸν τοὺς μὲν ἱππεῖς ἀνεκαλεῖτο , θεωρῶν οὐκ ἔχοντας ὅ ,τι χρήσονται τοῖς ὑπεναντίοις διὰ τὸ τοὺς Νομάδας ἀποχωρεῖν μὲν εὐχερῶς καὶ σποράδην , ἐπικεῖσθαι δὲ πάλιν ἐκ μεταβολῆς τολμηρῶς καὶ θρασέως · τὸ γὰρ τῆς Νομαδικῆς μάχης ἴδιόν ἐστι τοῦτο ·
3.72.11 τοὺς δὲ πεζοὺς παρενέβαλε κατὰ τὰς εἰθισμένας παρʼ αὐτοῖς τάξεις , ὄντας τοὺς μὲν Ῥωμαίους εἰς μυρίους ἑξακισχιλίους , τοὺς δὲ συμμάχους εἰς δισμυρίους .
3.72.12 τὸ γὰρ τέλειον στρατόπεδον παρʼ αὐτοῖς πρὸς τὰς ὁλοσχερεῖς ἐπιβολὰς ἐκ τοσούτων ἀνδρῶν ἐστιν , ὅταν ὁμοῦ τοὺς ὑπάτους ἑκατέρους οἱ καιροὶ συνάγωσιν .
3.72.13 μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς ἐφʼ ἑκάτερον θεὶς τὸ κέρας , ὄντας εἰς τετρακισχιλίους , ἐπῄει τοῖς ὑπεναντίοις σοβαρῶς , ἐν τάξει
3.73.1
τούτου δὲ συμβάντος οἱ μὲν Ῥωμαῖοι κατὰ πολλοὺς τρόπους ἠλαττοῦντο , τοῖς δὲ Καρχηδονίοις ὑπερδέξιον γίνεσθαι συνέβαινε τὴν χρείαν ,
3.73.3 ἅτε δὴ τῶν μὲν Ῥωμαίων πεζακοντιστῶν κακοπαθούντων ἐξ ὄρθρου καὶ προεμένων τὰ πλεῖστα βέλη κατὰ τὴν πρὸς τοὺς Νομάδας συμπλοκήν , τῶν δὲ καταλειπομένων βελῶν ἠχρειωμένων αὐτοῖς διὰ τὴν συνέχειαν τῆς νοτίδος .
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 3.72.4 | Polyb. 3.72.11 (English) | >>Polyb. 3.73.6 |