Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.74.1 Polyb. 3.74.8 (English) >>Polyb. 3.75.4

3.74.5 θεωροῦντες δὲ τοὺς ἀπὸ τῶν ἰδίων κεράτων ἐκπεπιεσμένους, τὸ μὲν ἐπιβοηθεῖν τούτοις πάλιν εἰς τὴν ἑαυτῶν ἀπιέναι παρεμβολὴν ἀπέγνωσαν, ὑφορώμενοι μὲν τὸ πλῆθος τῶν ἱππέων, κωλυόμενοι δὲ διὰ τὸν ποταμὸν καὶ τὴν ἐπιφορὰν καὶ συστροφὴν τοῦ κατὰ κεφαλὴν ὄμβρου. 3.74.6 τηροῦντες δὲ τὰς τάξεις ἁθρόοι μετʼ ἀσφαλείας ἀπεχώρησαν εἰς Πλακεντίαν, ὄντες οὐκ ἐλάττους μυρίων. 3.74.7 τῶν δὲ λοιπῶν οἱ μὲν πλεῖστοι περὶ τὸν ποταμὸν ἐφθάρησαν ὑπό τε τῶν θηρίων καὶ τῶν ἱππέων, 3.74.8 οἱ δὲ διαφυγόντες τῶν πεζῶν καὶ τὸ πλεῖστον μέρος τῶν ἱππέων πρὸς τὸ προειρημένον σύστημα ποιούμενοι τὴν ἀποχώρησιν ἀνεκομίσθησαν ἅμα τούτοις εἰς Πλακεντίαν. 3.74.9 τὸ δὲ τῶν Καρχηδονίων στρατόπεδον ἕως τοῦ ποταμοῦ καταδιῶξαν τοὺς πολεμίους, ὑπὸ δὲ τοῦ χειμῶνος οὐκέτι δυνάμενον πορρωτέρω προβαίνειν ἐπανῆλθε πάλιν εἰς τὴν παρεμβολήν. 3.74.10 καὶ πάντες ἐπὶ μὲν τῇ μάχῃ περιχαρεῖς ἦσαν, ὡς κατωρθωκότες· συνέβαινε γὰρ ὀλίγους μὲν τῶν Ἰβήρων καὶ Λιβύων, τοὺς δὲ πλείους ἀπολωλέναι τῶν Κελτῶν· 3.74.11 ὑπὸ δὲ τῶν ὄμβρων καὶ τῆς ἐπιγινομένης χιόνος οὕτως διετίθεντο δεινῶς ὥστε τὰ μὲν θηρία διαφθαρῆναι πλὴν ἑνός, πολλοὺς δὲ καὶ τῶν ἀνδρῶν ἀπόλλυσθαι καὶ τῶν ἵππων διὰ τὸ ψῦχος.

3.75.1

δὲ Τεβέριος εἰδὼς μὲν τὰ συμβεβηκότα, βουλόμενος δὲ κατὰ δύναμιν ἐπικρύπτεσθαι τοὺς ἐν τῇ Ῥώμῃ τὸ γεγονὸς ἔπεμψε τοὺς ἀπαγγελοῦντας ὅτι μάχης γενομένης τὴν νίκην αὐτῶν χειμὼν ἀφείλετο.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.74.1 Polyb. 3.74.8 (English) >>Polyb. 3.75.4

Powered by PhiloLogic