Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.75 Polyb. 3.76 (English) >>Polyb. 3.77

3.76.1

Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Γνάιος Κορνήλιος καταλειφθεὶς ὑπὸ τἀδελφοῦ Ποπλίου στρατηγὸς ἐπὶ τῆς ναυτικῆς δυνάμεως, καθάπερ ἐπάνω προεῖπον, ἀναχθεὶς ἀπὸ τῶν τοῦ Ῥοδανοῦ στομάτων παντὶ τῷ στόλῳ προσέσχε τῆς Ἰβηρίας πρὸς τοὺς κατὰ τὸ καλούμενον Ἐμπόριον τόπους. 3.76.2 ἀρξάμενος δʼ ἐντεῦθεν ἀποβάσεις ἐποιεῖτο καὶ τοὺς μὲν ἀπειθοῦντας ἐπολιόρκει τῶν τὴν παραλίαν κατοικούντων ἕως Ἴβηρος ποταμοῦ, τοὺς δὲ προσδεχομένους ἐφιλανθρώπει, τὴν ἐνδεχομένην ποιούμενος περὶ αὐτῶν προμήθειαν. 3.76.3 ἀσφαλισάμενος δὲ τοὺς προσκεχωρηκότας τῶν παραθαλαττίων προῆγε παντὶ τῷ στρατεύματι, ποιούμενος τὴν πορείαν εἰς τὴν μεσόγαιον· 3.76.4 πολὺ γὰρ ἤδη καὶ τὸ συμμαχικὸν ἡθροίκει τῶν Ἰβήρων. ἅμα δὲ προϊὼν ἃς μὲν προσήγετο τὰς δὲ κατεστρέφετο τῶν πόλεων. 3.76.5 τῶν δὲ Καρχηδονίων, οὓς ἔχων ἐπὶ τούτων ἀπελείφθη τῶν τόπων Ἄννων, ἀντιστρατοπεδευσάντων αὐτοῖς περὶ πόλιν προσαγορευομένην Κίσσαν, συμβαλὼν Γνάιος ἐκ παρατάξεως καὶ νικήσας τῇ μάχῃ πολλῶν μὲν χρημάτων ἐγένετʼ ἐγκρατής, ὡς ἂν ἁπάσης τῆς ἀποσκευῆς τῶν εἰς Ἰταλίαν ὁρμησάντων παρὰ τούτοις ἀπολελειμμένης, 3.76.6 πάντας δὲ τοὺς ἐντὸς Ἴβηρος ποταμοῦ συμμάχους ἐποιήσατο καὶ φίλους, ζωγρίᾳ δὲ τόν τε τῶν Καρχηδονίων στρατηγὸν Ἄννωνα καὶ τὸν τῶν Ἰβήρων Ἀνδοβάλην ἔλαβε. 3.76.7 τοῦτον δὲ συνέβαινε τύραννον μὲν εἶναι τῶν κατὰ τὴν μεσόγαιον τόπων, εὔνουν δὲ διαφερόντως ἀεί ποτε Καρχηδονίοις. 3.76.8 ταχὺ δὲ συνεὶς τὸ γεγονὸς Ἀσδρούβας ἧκε παραβοηθῶν διαβὰς τὸν Ἴβηρα ποταμόν. 3.76.9 καὶ καταμαθὼν ἀπολελειμμένους τοὺς ἀπὸ τοῦ στόλου τῶν Ῥωμαίων, ῥᾳθύμως καὶ κατατεθαρρηκότως ἀναστρεφομένους διὰ τὸ προτέρημα τῶν πεζικῶν στρατοπέδων, 3.76.10 παραλαβὼν ἀπὸ τῆς ἑαυτοῦ δυνάμεως πεζοὺς μὲν εἰς ὀκτακισχιλίους ἱππεῖς δὲ περὶ χιλίους, καὶ καταλαβὼν ἐσκεδασμένους κατὰ τῆς χώρας τοὺς ἀπὸ τῶν πλοίων, πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς ἠνάγκασε φυγεῖν ἐπὶ τὰς ναῦς. 3.76.11 οὗτος μὲν οὖν ἀναχωρήσας καὶ διαβὰς αὖθις τὸν Ἴβηρα ποταμὸν ἐγίνετο περὶ παρασκευὴν καὶ φυλακὴν τῶν ἐντὸς τοῦ ποταμοῦ τόπων, ποιούμενος τὴν παραχειμασίαν ἐν Καινῇ πόλει. 3.76.12 δὲ Γνάιος συνάψας τῷ στόλῳ καὶ τοὺς αἰτίους τῶν συμβεβηκότων κατὰ τοὺς παρʼ αὐτοῖς ἐθισμοὺς κολάσας, τὸ λοιπὸν ἤδη συναγαγὼν ἐπὶ ταὐτὸ τήν τε πεζὴν καὶ τὴν ναυτικὴν στρατιὰν ἐν Ταρράκωνι τὴν παραχειμασίαν ἐποιεῖτο. 3.76.13 διαδοὺς δὲ τὴν λείαν ἴσως τοῖς στρατιώταις μεγάλην εὔνοιαν καὶ προθυμίαν ἐνειργάσατο πρὸς τὸ μέλλον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.75 Polyb. 3.76 (English) >>Polyb. 3.77

Powered by PhiloLogic