Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.75.5 Polyb. 3.76.5 (English) >>Polyb. 3.76.12

3.76.2 ἀρξάμενος δʼ ἐντεῦθεν ἀποβάσεις ἐποιεῖτο καὶ τοὺς μὲν ἀπειθοῦντας ἐπολιόρκει τῶν τὴν παραλίαν κατοικούντων ἕως Ἴβηρος ποταμοῦ, τοὺς δὲ προσδεχομένους ἐφιλανθρώπει, τὴν ἐνδεχομένην ποιούμενος περὶ αὐτῶν προμήθειαν. 3.76.3 ἀσφαλισάμενος δὲ τοὺς προσκεχωρηκότας τῶν παραθαλαττίων προῆγε παντὶ τῷ στρατεύματι, ποιούμενος τὴν πορείαν εἰς τὴν μεσόγαιον· 3.76.4 πολὺ γὰρ ἤδη καὶ τὸ συμμαχικὸν ἡθροίκει τῶν Ἰβήρων. ἅμα δὲ προϊὼν ἃς μὲν προσήγετο τὰς δὲ κατεστρέφετο τῶν πόλεων. 3.76.5 τῶν δὲ Καρχηδονίων, οὓς ἔχων ἐπὶ τούτων ἀπελείφθη τῶν τόπων Ἄννων, ἀντιστρατοπεδευσάντων αὐτοῖς περὶ πόλιν προσαγορευομένην Κίσσαν, συμβαλὼν Γνάιος ἐκ παρατάξεως καὶ νικήσας τῇ μάχῃ πολλῶν μὲν χρημάτων ἐγένετʼ ἐγκρατής, ὡς ἂν ἁπάσης τῆς ἀποσκευῆς τῶν εἰς Ἰταλίαν ὁρμησάντων παρὰ τούτοις ἀπολελειμμένης, 3.76.6 πάντας δὲ τοὺς ἐντὸς Ἴβηρος ποταμοῦ συμμάχους ἐποιήσατο καὶ φίλους, ζωγρίᾳ δὲ τόν τε τῶν Καρχηδονίων στρατηγὸν Ἄννωνα καὶ τὸν τῶν Ἰβήρων Ἀνδοβάλην ἔλαβε. 3.76.7 τοῦτον δὲ συνέβαινε τύραννον μὲν εἶναι τῶν κατὰ τὴν μεσόγαιον τόπων, εὔνουν δὲ διαφερόντως ἀεί ποτε Καρχηδονίοις. 3.76.8 ταχὺ δὲ συνεὶς τὸ γεγονὸς Ἀσδρούβας ἧκε παραβοηθῶν διαβὰς τὸν Ἴβηρα ποταμόν. 3.76.9 καὶ καταμαθὼν ἀπολελειμμένους τοὺς ἀπὸ τοῦ στόλου τῶν Ῥωμαίων, ῥᾳθύμως καὶ κατατεθαρρηκότως ἀναστρεφομένους διὰ τὸ προτέρημα τῶν πεζικῶν στρατοπέδων,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.75.5 Polyb. 3.76.5 (English) >>Polyb. 3.76.12

Powered by PhiloLogic