Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 3.8.4 | Polyb. 3.8.11 (English) | >>Polyb. 3.9.6 |
3.8.9 εἰ δέ τις ἔροιτο τὸν συγγραφέα ποῖος ἦν καιρὸς οἰκειότερος τοῖς Καρχηδονίοις ἢ ποῖον πρᾶγμα τούτου δικαιότερον ἢ συμφορώτερον , ἐπείπερ ἐξ ἀρχῆς δυσηρεστοῦντο , καθάπερ οὗτός φησιν , τοῖς ὑπʼ Ἀννίβου πραττομένοις ,
3.8.10 τοῦ πεισθέντας τότε τοῖς ὑπὸ Ῥωμαίων παρακαλουμένοις ἐκδοῦναι μὲν τὸν αἴτιον τῶν ἀδικημάτων , ἐπανελέσθαι δʼ εὐλόγως διʼ ἑτέρων τὸν κοινὸν ἐχθρὸν τῆς πόλεως , περιποιήσασθαι δὲ τῇ χώρᾳ τὴν ἀσφάλειαν , ἀποτριψαμένους τὸν ἐπιφερόμενον πόλεμον , δόγματι μόνον τὴν ἐκδίκησιν ποιησαμένους , τί ἂν εἰπεῖν ἔχοι πρὸς αὐτά ; δῆλον γὰρ ὡς οὐδέν .
3.8.11 οἵ γε τοσοῦτον ἀπέσχον τοῦ πρᾶξαί τι τῶν προειρημένων ὡς ἑπτακαίδεκʼ ἔτη συνεχῶς πολεμήσαντες κατὰ τὴν Ἀννίβου προαίρεσιν οὐ πρότερον κατελύσαντο τὸν πόλεμον , ἕως οὗ πάσας ἐξελέγξαντες τὰς ἐλπίδας τελευταῖον εἰς τὸν περὶ τῆς πατρίδος καὶ τῶν ἐν αὐτῇ σωμάτων παρεγένοντο κίνδυνον .
3.9.1
οὐχ ἕνεκα τῆς πιθανότητος τῶν εἰρημένων , ἀγωνιῶν μὴ πιστευθῇ παρά τισιν — ἡ μὲν γὰρ παρὰ τούτων ἀλογία καὶ χωρὶς τῆς ἐμῆς ἐξηγήσεως αὐτὴ διʼ αὑτῆς δύναται θεωρεῖσθαι παρὰ τοῖς ἐντυγχάνουσιν —
3.9.3 ἀλλὰ τῆς τῶν ἀναλαμβανόντων τὰς ἐκείνου βύβλους ὑπομνήσεως , ἵνα μὴ πρὸς τὴν ἐπιγραφὴν ἀλλὰ πρὸς τὰ πράγματα βλέπωσιν .
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 3.8.4 | Polyb. 3.8.11 (English) | >>Polyb. 3.9.6 |