Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.84.4 Polyb. 3.84.13 (English) >>Polyb. 3.85.5

3.84.10 ἐπιγενομένων δὲ τῶν ἱππέων, καὶ προδήλου γενομένης ἀπωλείας ἐξαίροντες τὰς χεῖρας καὶ δεόμενοι ζωγρεῖν καὶ πᾶσαν προϊέμενοι φωνὴν τὸ τελευταῖον οἱ μὲν ὑπὸ τῶν πολεμίων, τινὲς δὲ παρακαλέσαντες αὑτοὺς διεφθάρησαν. 3.84.11 ἑξακισχίλιοι δʼ ἴσως τῶν κατὰ τὸν αὐλῶνα τοὺς κατὰ πρόσωπον νικήσαντες παραβοηθεῖν μὲν τοῖς ἰδίοις καὶ περιίστασθαι τοὺς ὑπεναντίους ἠδυνάτουν διὰ τὸ μηδὲν συνορᾶν τῶν γινομένων, καίπερ μεγάλην δυνάμενοι πρὸς τὰ ὅλα παρέχεσθαι χρείαν· 3.84.12 ἀεὶ δὲ τοῦ πρόσθεν ὀρεγόμενοι προῆγον, πεπεισμένοι συμπεσεῖσθαί τισιν, ἕως ἔλαθον ἐκπεσόντες πρὸς τοὺς ὑπερδεξίους τόπους. γενόμενοι δʼ ἐπὶ τῶν ἄκρων, 3.84.13 καὶ τῆς ὀμίχλης ἤδη πεπτωκυίας συνέντες τὸ γεγονὸς ἀτύχημα καὶ ποιεῖν οὐδὲν ὄντες ἔτι δυνατοὶ διὰ τὸ τοῖς ὅλοις ἐπικρατεῖν καὶ πάντα προκατέχειν ἤδη τοὺς πολεμίους, συστραφέντες ἀπεχώρησαν εἴς τινα κώμην Τυρρηνίδα. 3.84.14 μετὰ δὲ τὴν μάχην ἀποσταλέντος ὑπὸ τοῦ στρατηγοῦ μετὰ τῶν Ἰβήρων καὶ λογχοφόρων Μαάρβα καὶ περιστρατοπεδεύσαντος τὴν κώμην, ποικίλης αὐτοῖς ἀπορίας περιεστώσης, ἀποθέμενοι τὰ ὅπλα παρέδοσαν αὑτοὺς ὑποσπόνδους, ὡς τευξόμενοι τῆς σωτηρίας. 3.84.15

Τὰ μὲν οὖν περὶ τὸν ὅλον κίνδυνον τὸν γενόμενον ἐν Τυρρηνίᾳ Ῥωμαίοις καὶ Καρχηδονίοις

3.85.1

τοῦτον ἐπετελέσθη τὸν τρόπον. Ἀννίβας δέ, πρὸς αὐτὸν ἐπαναχθέντων τῶν ὑποσπόνδων, ὁμοίως δὲ καὶ τῶν ἄλλων αἰχμαλώτων, συναγαγὼν πάντας, ὄντας πλείους τῶν μυρίων καὶ πεντακισχιλίων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.84.4 Polyb. 3.84.13 (English) >>Polyb. 3.85.5

Powered by PhiloLogic