Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.83.5 Polyb. 3.84.6 (English) >>Polyb. 3.84.12

3.84.2 οἱ δὲ περὶ τὸν Φλαμίνιον, παραδόξου γενομένης αὐτοῖς τῆς ἐπιφανείας, ἔτι δὲ δυσσυνόπτου τῆς κατὰ τὸν ἀέρα περιστάσεως ὑπαρχούσης, καὶ τῶν πολεμίων κατὰ πολλοὺς τόπους ἐξ ὑπερδεξίου καταφερομένων καὶ προσπιπτόντων, οὐχ οἷον παραβοηθεῖν ἐδύναντο πρός τι τῶν δεομένων οἱ ταξίαρχοι καὶ χιλίαρχοι τῶν Ῥωμαίων, ἀλλʼ οὐδὲ συννοῆσαι τὸ γινόμενον. 3.84.3 ἅμα γὰρ οἱ μὲν κατὰ πρόσωπον, οἱ δʼ ἀπʼ οὐρᾶς, οἱ δʼ ἐκ τῶν πλαγίων αὐτοῖς προσέπιπτον. 3.84.4 διὸ καὶ συνέβη τοὺς πλείστους ἐν αὐτῷ τῷ τῆς πορείας σχήματι κατακοπῆναι, μὴ δυναμένους αὑτοῖς βοηθεῖν, ἀλλʼ ὡσανεὶ προδεδομένους ὑπὸ τῆς τοῦ προεστῶτος ἀκρισίας. 3.84.5 ἔτι γὰρ διαβουλευόμενοι τί δεῖ πράττειν ἀπώλλυντο παραδόξως. 3.84.6 ἐν καιρῷ καὶ τὸν Φλαμίνιον αὐτὸν δυσχρηστούμενον καὶ περικακοῦντα τοῖς ὅλοις προσπεσόντες τινὲς τῶν Κελτῶν ἀπέκτειναν. 3.84.7 ἔπεσον οὖν τῶν Ῥωμαίων κατὰ τὸν αὐλῶνα σχεδὸν εἰς μυρίους καὶ πεντακισχιλίους, οὔτʼ εἴκειν τοῖς παροῦσιν οὔτε πράττειν οὐδὲν δυνάμενοι, τοῦτο δʼ ἐκ τῶν ἐθισμῶν αὐτὸ περὶ πλείστου ποιούμενοι, τὸ μὴ φεύγειν μηδὲ λείπειν τὰς τάξεις. 3.84.8 οἱ δὲ κατὰ πορείαν μεταξὺ τῆς λίμνης καὶ τῆς παρωρείας ἐν τοῖς στενοῖς συγκλεισθέντες αἰσχρῶς, ἔτι δὲ μᾶλλον ταλαιπώρως διεφθείροντο. 3.84.9 συνωθούμενοι μὲν γὰρ εἰς τὴν λίμνην οἱ μὲν διὰ τὴν παράστασιν τῆς διανοίας ὁρμῶντες ἐπὶ τὸ νήχεσθαι σὺν τοῖς ὅπλοις ἀπεπνίγοντο, τὸ δὲ πολὺ πλῆθος μέχρι μὲν τοῦ δυνατοῦ προβαῖνον εἰς τὴν λίμνην ἔμενε τὰς κεφαλὰς αὐτὰς ὑπὲρ τὸ ὑγρὸν ὑπερίσχον·


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.83.5 Polyb. 3.84.6 (English) >>Polyb. 3.84.12

Powered by PhiloLogic