Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.84.15 Polyb. 3.85.7 (English) >>Polyb. 3.86.3

3.85.4 ἐπιφθεγξάμενος τὸν αὐτὸν ὃν καὶ πρόσθεν λόγον ὅτι πάρεστι πολεμήσων οὐκ Ἰταλιώταις, ἀλλὰ Ῥωμαίοις ὑπὲρ τῆς Ἰταλιωτῶν ἐλευθερίας. 3.85.5 τὴν δʼ ἑαυτοῦ δύναμιν ἀνελάμβανε καὶ τῶν νεκρῶν τῶν ἐκ τῆς σφετέρας δυνάμεως τοὺς ἐπιφανεστάτους ἔθαψεν, ὄντας εἰς τριάκοντα τὸν ἀριθμόν· οἱ μὲν γὰρ πάντες εἰς χιλίους καὶ πεντακοσίους ἔπεσον, ὧν ἦσαν οἱ πλείους Κελτοί. 3.85.6 ταῦτα δὲ πράξας διενοεῖτο μετὰ τἀδελφοῦ καὶ τῶν φίλων ποῦ καὶ πῶς δεῖ ποιεῖσθαι τὴν ὁρμήν, εὐθαρσὴς ὢν ἤδη περὶ τῶν ὅλων. 3.85.7

Εἰς δὲ τὴν Ῥώμην προσπεσόντος ἤδη τοῦ γεγονότος ἀτυχήματος, στέλλεσθαι μὲν ταπεινοῦν τὸ συμβεβηκὸς οἱ προεστῶτες τοῦ πολιτεύματος ἠδυνάτουν διὰ τὸ μέγεθος τῆς συμφορᾶς, λέγειν δὲ τοῖς πολλοῖς ἠναγκάζοντο τὰ γεγονότα, συναθροίσαντες τὸν δῆμον εἰς ἐκκλησίαν. 3.85.8 διόπερ ἅμα τῷ τὸν στρατηγὸν εἰπεῖν τοῖς ὄχλοις ἀπὸ τῶν ἐμβόλων ὅτι Λειπόμεθα μάχῃ μεγάλῃ, τηλικαύτην συνέβη γενέσθαι διατροπὴν ὥστε τοῖς παραγενομένοις ἐφʼ ἑκατέρων τῶν καιρῶν πολλῷ μεῖζον τότε φανῆναι τὸ γεγονὸς παρʼ αὐτὸν τὸν τῆς μάχης καιρόν. 3.85.9 καὶ τοῦτʼ εἰκότως συνέβη. πολλῶν γὰρ χρόνων ἄπειροι καὶ τοῦ ῥήματος καὶ τοῦ πράγματος ὑπάρχοντες τῆς ὁμολογουμένης ἥττης οὐ μετρίως οὐδὲ κατὰ σχῆμα τὴν περιπέτειαν ἔφερον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.84.15 Polyb. 3.85.7 (English) >>Polyb. 3.86.3

Powered by PhiloLogic