3.86.3 ἀκούσας εἰσβεβληκότα τὸν Ἀννίβαν εἰς Τυρρηνίαν ἀντιστρατοπεδεύειν τῷ Φλαμινίῳ, πᾶσι μὲν ἐπεβάλετο τοῖς στρατοπέδοις αὐτὸς συνάπτειν, ἀδυνατῶν δὲ διὰ τὸ τῆς στρατιᾶς βάρος Γάιον Κεντήνιον κατὰ σπουδὴν δοὺς τετρακισχιλίους ἱππεῖς προεξαπέστειλε, βουλόμενος, εἰ δέοινθʼ οἱ καιροί, πρὸ τῆς αὑτοῦ παρουσίας τούτους καταταχεῖν.
3.86.4 Ἀννίβας δέ, μετὰ τὴν μάχην προσαγγελθείσης αὐτῷ τῆς τῶν ὑπεναντίων βοηθείας, ἐξαποστέλλει Μαάρβαν ἔχοντα τοὺς λογχοφόρους καί τι μέρος τῶν ἱππέων.
3.86.5 οἳ καὶ συμπεσόντες τοῖς περὶ τὸν Γάιον ἐν αὐτῇ μὲν τῇ πρώτῃ συμπλοκῇ σχεδὸν τοὺς ἡμίσεις αὐτῶν διέφθειραν, τοὺς δὲ λοιποὺς εἴς τινα λόφον συνδιώξαντες τῇ κατὰ πόδας ἡμέρᾳ πάντας ἔλαβον ὑποχειρίους.
3.86.6 ἐν δὲ τῇ Ῥώμῃ, τριταίας οὔσης τῆς κατὰ τὴν μάχην προσαγγελίας, καὶ μάλιστα τότε τοῦ πάθους κατὰ τὴν πόλιν ὡσανεὶ φλεγμαίνοντος, ἐπιγενομένης καὶ ταύτης τῆς περιπετείας οὐ μόνον τὸ πλῆθος, ἀλλὰ καὶ τὴν σύγκλητον αὐτὴν συνέβη διατραπῆναι.
3.86.7 διὸ καὶ παρέντες τὴν κατʼ ἐνιαυτὸν ἀγωγὴν τῶν πραγμάτων καὶ τὴν αἵρεσιν τῶν ἀρχόντων μειζόνως ἐπεβάλοντο βουλεύεσθαι περὶ τῶν ἐνεστώτων, νομίζοντες αὐτοκράτορος δεῖσθαι στρατηγοῦ τὰ πράγματα καὶ τοὺς περιεστῶτας καιρούς.
3.86.8
Ἀννίβας δὲ κατατεθαρρηκὼς τοῖς ὅλοις ἤδη τὸ μὲν συνεγγίζειν τῇ Ῥώμῃ κατὰ τὸ παρὸν ἀπεδοκίμασεν, τὴν δὲ χώραν ἐπιπορευόμενος ἀδεῶς ἐπόρθει, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὸν Ἀδρίαν.