Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.86.9 Polyb. 3.87.5 (English) >>Polyb. 3.88.2

3.87.3 διὸ γενόμενος ἐγκρατὴς χώρας εὐδαίμονος ἐσωματοποίησε μὲν τοὺς ἵππους, ἀνεκτήσατο δὲ τά τε σώματα καὶ τὰς ψυχὰς τῶν στρατιωτῶν· μετακαθώπλισε δὲ τοὺς Λίβυας εἰς τὸν Ῥωμαϊκὸν τρόπον ἐκλεκτοῖς ὅπλοις, ὡς ἂν γεγονὼς κύριος τοσούτων σκύλων. 3.87.4 ἐξαπέστειλε δὲ κατὰ θάλατταν ἐν τῷ καιρῷ τούτῳ καὶ τοὺς διασαφήσοντας εἰς τὴν Καρχηδόνα περὶ τῶν γεγονότων· τότε γὰρ πρῶτον ἥψατο θαλάττης, ἀφʼ οὗ τὴν εἰσβολὴν ἐποιήσατο τὴν εἰς Ἰταλίαν. 3.87.5 ἐφʼ οἷς ἀκούσαντες μεγαλείως ἐχάρησαν οἱ Καρχηδόνιοι καὶ πολλὴν ἐποιοῦντο σπουδὴν καὶ πρόνοιαν ὑπὲρ τοῦ κατὰ πάντα τρόπον ἐπικουρεῖν καὶ τοῖς ἐν Ἰταλίᾳ καὶ τοῖς ἐν Ἰβηρίᾳ πράγμασι. 3.87.6

Ῥωμαῖοι δὲ δικτάτορα μὲν κατέστησαν Κόιντον Φάβιον, ἄνδρα καὶ φρονήσει διαφέροντα καὶ πεφυκότα καλῶς. ἔτι γοῦν ἐπεκαλοῦντο καὶ καθʼ ἡμᾶς οἱ ταύτης τῆς οἰκίας Μάξιμοι, τοῦτο δʼ ἔστι μέγιστοι, διὰ τὰς ἐκείνου τἀνδρὸς ἐπιτυχίας καὶ πράξεις. 3.87.7 δὲ δικτάτωρ ταύτην ἔχει τὴν διαφορὰν τῶν ὑπάτων· τῶν μὲν γὰρ ὑπάτων ἑκατέρῳ δώδεκα πελέκεις ἀκολουθοῦσι, 3.87.8 τούτῳ δʼ εἴκοσι καὶ τέτταρες, κἀκεῖνοι μὲν ἐν πολλοῖς προσδέονται τῆς συγκλήτου πρὸς τὸ συντελεῖν τὰς ἐπιβολάς, οὗτος δʼ ἔστιν αὐτοκράτωρ στρατηγός, οὗ κατασταθέντος παραχρῆμα διαλύεσθαι συμβαίνει πάσας τὰς ἀρχὰς ἐν τῇ Ῥώμῃ πλὴν τῶν δημάρχων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.86.9 Polyb. 3.87.5 (English) >>Polyb. 3.88.2

Powered by PhiloLogic