Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.8.5 Polyb. 3.9.1 (English) >>Polyb. 3.9.7

3.8.10 τοῦ πεισθέντας τότε τοῖς ὑπὸ Ῥωμαίων παρακαλουμένοις ἐκδοῦναι μὲν τὸν αἴτιον τῶν ἀδικημάτων, ἐπανελέσθαι δʼ εὐλόγως διʼ ἑτέρων τὸν κοινὸν ἐχθρὸν τῆς πόλεως, περιποιήσασθαι δὲ τῇ χώρᾳ τὴν ἀσφάλειαν, ἀποτριψαμένους τὸν ἐπιφερόμενον πόλεμον, δόγματι μόνον τὴν ἐκδίκησιν ποιησαμένους, τί ἂν εἰπεῖν ἔχοι πρὸς αὐτά; δῆλον γὰρ ὡς οὐδέν. 3.8.11 οἵ γε τοσοῦτον ἀπέσχον τοῦ πρᾶξαί τι τῶν προειρημένων ὡς ἑπτακαίδεκʼ ἔτη συνεχῶς πολεμήσαντες κατὰ τὴν Ἀννίβου προαίρεσιν οὐ πρότερον κατελύσαντο τὸν πόλεμον, ἕως οὗ πάσας ἐξελέγξαντες τὰς ἐλπίδας τελευταῖον εἰς τὸν περὶ τῆς πατρίδος καὶ τῶν ἐν αὐτῇ σωμάτων παρεγένοντο κίνδυνον.

3.9.1

Τίνος δὴ χάριν ἐμνήσθην Φαβίου καὶ τῶν ὑπʼ ἐκείνου γεγραμμένων; 3.9.2 οὐχ ἕνεκα τῆς πιθανότητος τῶν εἰρημένων, ἀγωνιῶν μὴ πιστευθῇ παρά τισιν μὲν γὰρ παρὰ τούτων ἀλογία καὶ χωρὶς τῆς ἐμῆς ἐξηγήσεως αὐτὴ διʼ αὑτῆς δύναται θεωρεῖσθαι παρὰ τοῖς ἐντυγχάνουσιν3.9.3 ἀλλὰ τῆς τῶν ἀναλαμβανόντων τὰς ἐκείνου βύβλους ὑπομνήσεως, ἵνα μὴ πρὸς τὴν ἐπιγραφὴν ἀλλὰ πρὸς τὰ πράγματα βλέπωσιν. 3.9.4 ἔνιοι γὰρ οὐκ ἐπὶ τὰ λεγόμενα συνεπιστήσαντες ἀλλʼ ἐπʼ αὐτὸν τὸν λέγοντα καὶ λαβόντες ἐν νῷ διότι κατὰ τοὺς καιροὺς γράφων γέγονε καὶ τοῦ συνεδρίου μετεῖχε τῶν Ῥωμαίων, πᾶν εὐθέως ἡγοῦνται τὸ λεγόμενον ὑπὸ τούτου πιστόν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.8.5 Polyb. 3.9.1 (English) >>Polyb. 3.9.7

Powered by PhiloLogic