Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.93.3 Polyb. 3.93.10 (English) >>Polyb. 3.94.6

3.93.8 ταχὺ δὲ τούτου γενομένου διὰ τὸ πλῆθος, ἀνάψαι παρήγγειλε πάσας καὶ τοὺς μὲν βοῦς ἐλαύνειν καὶ προσβάλλειν πρὸς τὰς ἀκρωρείας ἐπέταξε, 3.93.9 τοὺς δὲ λογχοφόρους κατόπιν ἐπιστήσας τούτοις ἕως μέν τινος συνεργεῖν παρεκελεύετο τοῖς ἐλαύνουσιν, ὅταν δὲ τὴν πρώτην ἅπαξ ὁρμὴν λάβῃ τὰ ζῷα, παρατρέχοντας παρὰ τὰ πλάγια καὶ συγκρούοντας ἅμα τῶν ὑπερδεξίων ἀντέχεσθαι τόπων καὶ προκαταλαμβάνειν τὰς ἀκρωρείας, ἵνα παραβοηθῶσι καὶ συμπλέκωνται τοῖς πολεμίοις, ἐάν που συναντῶσι πρὸς τὰς ὑπερβολάς. 3.93.10 κατὰ δὲ τὸν καιρὸν τοῦτον αὐτὸς ἀναλαβὼν πρῶτα μὲν τὰ βαρέα τῶν ὅπλων, ἐπὶ δὲ τούτοις τοὺς ἱππεῖς, ἑξῆς δὲ τὴν λείαν, ἐπὶ δὲ πᾶσι τοὺς Ἴβηρας καὶ Κελτοὺς

3.94.1

ἧκε πρὸς τὰ στενὰ καὶ τὰς διεκβολάς. τῶν δὲ Ῥωμαίων οἱ μὲν ἐπὶ τοῖς στενοῖς φυλάττοντες ἅμα τῷ συνιδεῖν τὰ φῶτα προσβάλλοντα πρὸς τὰς ὑπερβολάς, νομίσαντες ταύτῃ ποιεῖσθαι τὴν ὁρμὴν τὸν Ἀννίβαν, ἀπολιπόντες τὰς δυσχωρίας παρεβοήθουν τοῖς ἄκροις. 3.94.2 ἐγγίζοντες δὲ τοῖς βουσὶν ἠποροῦντο διὰ τὰ φῶτα, μεῖζόν τι τοῦ συμβαίνοντος καὶ δεινότερον ἀναπλάττοντες καὶ προσδοκῶντες. ἐπιγενομένων δὲ τῶν λογχοφόρων, 3.94.3 οὗτοι μὲν βραχέα πρὸς ἀλλήλους ἀκροβολισάμενοι, τῶν βοῶν αὐτοῖς ἐμπιπτόντων ἔμειναν διαστάντες ἐπὶ τῶν ἄκρων ἀμφότεροι καὶ προσανεῖχον καραδοκοῦντες τὴν ἐπιφάνειαν τῆς ἡμέρας διὰ τὸ μὴ δύνασθαι γνῶναι τὸ γινόμενον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.93.3 Polyb. 3.93.10 (English) >>Polyb. 3.94.6

Powered by PhiloLogic