Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.92.6 Polyb. 3.93.2 (English) >>Polyb. 3.93.9

3.92.11 ἐπʼ αὐτῆς μὲν τῆς διεκβολῆς περὶ τετρακισχιλίους ἐπέστησε, παρακαλέσας χρήσασθαι τῇ προθυμίᾳ σὺν καιρῷ μετὰ τῆς τῶν τόπων εὐφυΐας, αὐτὸς δὲ τὸ πολὺ μέρος ἔχων τῆς δυνάμεως ἐπί τινα λόφον ὑπερδέξιον πρὸ τῶν στενῶν κατεστρατοπέδευσε.

3.93.1

παραγενομένων δὲ τῶν Καρχηδονίων καὶ ποιησαμένων τὴν παρεμβολὴν ἐν τοῖς ἐπιπέδοις ὑπʼ αὐτὴν τὴν παρώρειαν, τὴν μὲν λείαν αὐτῶν ἤλπισεν ἀδηρίτως περισυρεῖν, ὡς δὲ τὸ πολὺ καὶ τοῖς ὅλοις πέρας ἐπιθήσειν διὰ τὴν τῶν τόπων εὐκαιρίαν. 3.93.2 καὶ δὴ περὶ ταῦτα καὶ πρὸς τούτοις ἐγίνετο τοῖς διαβουλίοις, διανοούμενος πῇ καὶ πῶς χρήσεται τοῖς τόποις καὶ τίνες καὶ πόθεν πρῶτον ἐγχειρήσουσι τοῖς ὑπεναντίοις. 3.93.3 Ἀννίβας δέ, ταῦτα πρὸς τὴν ἐπιοῦσαν ἡμέραν παρασκευαζομένων τῶν πολεμίων, συλλογιζόμενος ἐκ τῶν εἰκότων οὐκ ἔδωκε χρόνον οὐδʼ ἀναστροφὴν ταῖς ἐπιβολαῖς αὐτῶν, 3.93.4 ἀνακαλεσάμενος δὲ τὸν ἐπὶ τῶν λειτουργιῶν τεταγμένον Ἀσδρούβαν παρήγγειλε λαμπάδας δεσμεύειν ἐκ τῆς ξηρᾶς καὶ παντοδαπῆς ὕλης κατὰ τάχος ὡς πλείστας καὶ τῶν ἐργατῶν βοῶν ἐκλέξαντʼ ἐκ πάσης τῆς λείας τοὺς εὐρωστοτάτους εἰς δισχιλίους ἁθροῖσαι πρὸ τῆς παρεμβολῆς. 3.93.5 γενομένου δὲ τούτου συναγαγὼν ὑπέδειξε τοῖς λειτουργοῖς ὑπερβολήν τινα μεταξὺ κειμένην τῆς αὑτοῦ στρατοπεδείας καὶ τῶν στενῶν, διʼ ὧν ἔμελλε ποιεῖσθαι τὴν πορείαν, πρὸς ἣν ἐκέλευε προσελαύνειν τοὺς βοῦς ἐνεργῶς καὶ μετὰ βίας, ὅταν δοθῇ τὸ παράγγελμα, μέχρι συνάψωσι τοῖς ἄκροις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.92.6 Polyb. 3.93.2 (English) >>Polyb. 3.93.9

Powered by PhiloLogic