3.93.3 Ἀννίβας δέ, ταῦτα πρὸς τὴν ἐπιοῦσαν ἡμέραν παρασκευαζομένων τῶν πολεμίων, συλλογιζόμενος ἐκ τῶν εἰκότων οὐκ ἔδωκε χρόνον οὐδʼ ἀναστροφὴν ταῖς ἐπιβολαῖς αὐτῶν,
3.93.4 ἀνακαλεσάμενος δὲ τὸν ἐπὶ τῶν λειτουργιῶν τεταγμένον Ἀσδρούβαν παρήγγειλε λαμπάδας δεσμεύειν ἐκ τῆς ξηρᾶς καὶ παντοδαπῆς ὕλης κατὰ τάχος ὡς πλείστας καὶ τῶν ἐργατῶν βοῶν ἐκλέξαντʼ ἐκ πάσης τῆς λείας τοὺς εὐρωστοτάτους εἰς δισχιλίους ἁθροῖσαι πρὸ τῆς παρεμβολῆς.
3.93.5 γενομένου δὲ τούτου συναγαγὼν ὑπέδειξε τοῖς λειτουργοῖς ὑπερβολήν τινα μεταξὺ κειμένην τῆς αὑτοῦ στρατοπεδείας καὶ τῶν στενῶν, διʼ ὧν ἔμελλε ποιεῖσθαι τὴν πορείαν, πρὸς ἣν ἐκέλευε προσελαύνειν τοὺς βοῦς ἐνεργῶς καὶ μετὰ βίας, ὅταν δοθῇ τὸ παράγγελμα, μέχρι συνάψωσι τοῖς ἄκροις.
3.93.6 μετὰ δὲ τοῦτο δειπνοποιησαμένοις ἀναπαύεσθαι καθʼ ὥραν παρήγγειλε πᾶσιν.
3.93.7 ἅμα δὲ τῷ κλῖναι τὸ τρίτον μέρος τῆς νυκτὸς εὐθέως ἐξῆγε τοὺς λειτουργοὺς καὶ προσδεῖν ἐκέλευσε πρὸς τὰ κέρατα τοῖς βουσὶ τὰς λαμπάδας.
3.93.8 ταχὺ δὲ τούτου γενομένου διὰ τὸ πλῆθος, ἀνάψαι παρήγγειλε πάσας καὶ τοὺς μὲν βοῦς ἐλαύνειν καὶ προσβάλλειν πρὸς τὰς ἀκρωρείας ἐπέταξε,
3.93.9 τοὺς δὲ λογχοφόρους κατόπιν ἐπιστήσας τούτοις ἕως μέν τινος συνεργεῖν παρεκελεύετο τοῖς ἐλαύνουσιν, ὅταν δὲ τὴν πρώτην ἅπαξ ὁρμὴν λάβῃ τὰ ζῷα, παρατρέχοντας παρὰ τὰ πλάγια καὶ συγκρούοντας ἅμα τῶν ὑπερδεξίων ἀντέχεσθαι τόπων καὶ προκαταλαμβάνειν τὰς ἀκρωρείας, ἵνα παραβοηθῶσι καὶ συμπλέκωνται τοῖς πολεμίοις, ἐάν που συναντῶσι πρὸς τὰς ὑπερβολάς.