Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.93.5 Polyb. 3.94.2 (English) >>Polyb. 3.94.8

3.93.10 κατὰ δὲ τὸν καιρὸν τοῦτον αὐτὸς ἀναλαβὼν πρῶτα μὲν τὰ βαρέα τῶν ὅπλων, ἐπὶ δὲ τούτοις τοὺς ἱππεῖς, ἑξῆς δὲ τὴν λείαν, ἐπὶ δὲ πᾶσι τοὺς Ἴβηρας καὶ Κελτοὺς

3.94.1

ἧκε πρὸς τὰ στενὰ καὶ τὰς διεκβολάς. τῶν δὲ Ῥωμαίων οἱ μὲν ἐπὶ τοῖς στενοῖς φυλάττοντες ἅμα τῷ συνιδεῖν τὰ φῶτα προσβάλλοντα πρὸς τὰς ὑπερβολάς, νομίσαντες ταύτῃ ποιεῖσθαι τὴν ὁρμὴν τὸν Ἀννίβαν, ἀπολιπόντες τὰς δυσχωρίας παρεβοήθουν τοῖς ἄκροις. 3.94.2 ἐγγίζοντες δὲ τοῖς βουσὶν ἠποροῦντο διὰ τὰ φῶτα, μεῖζόν τι τοῦ συμβαίνοντος καὶ δεινότερον ἀναπλάττοντες καὶ προσδοκῶντες. ἐπιγενομένων δὲ τῶν λογχοφόρων, 3.94.3 οὗτοι μὲν βραχέα πρὸς ἀλλήλους ἀκροβολισάμενοι, τῶν βοῶν αὐτοῖς ἐμπιπτόντων ἔμειναν διαστάντες ἐπὶ τῶν ἄκρων ἀμφότεροι καὶ προσανεῖχον καραδοκοῦντες τὴν ἐπιφάνειαν τῆς ἡμέρας διὰ τὸ μὴ δύνασθαι γνῶναι τὸ γινόμενον. 3.94.4 Φάβιος δὲ τὰ μὲν ἀπορούμενος ἐπὶ τῷ συμβαίνοντι καὶ κατὰ τὸν ποιητὴν ὀισσάμενος δόλον εἶναι, τὰ δὲ κατὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν οὐδαμῶς κρίνων ἐκκυβεύειν οὐδὲ παραβάλλεσθαι τοῖς ὅλοις, ἦγε τὴν ἡσυχίαν ἐπὶ τῷ χάρακι καὶ προσεδέχετο τὴν ἡμέραν. 3.94.5 κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀννίβας, προχωρούντων αὐτῷ τῶν πραγμάτων κατὰ τὴν ἐπιβολήν, τήν τε δύναμιν διεκόμισε διὰ τῶν στενῶν μετʼ ἀσφαλείας καὶ τὴν λείαν, λελοιπότων τοὺς τόπους τῶν παραφυλαττόντων τὰς δυσχωρίας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.93.5 Polyb. 3.94.2 (English) >>Polyb. 3.94.8

Powered by PhiloLogic