Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 3.96.9 | Polyb. 3.97.2 (English) | >>Polyb. 3.98.1 |
3.96.13 κατὰ δὲ τὸν ἀνάπλουν γενόμενος κύριος νήσου Κοσσύρου καὶ φρουρὰν εἰς τὸ πολισμάτιον εἰσαγαγὼν αὖθις εἰς τὸ Λιλύβαιον κατῆρε .
3.96.14 καὶ τὸ λοιπὸν οὗτος μὲν αὐτοῦ συνορμίσας τὸν στόλον μετʼ οὐ πολὺν χρόνον
3.97.1
προχειρισάμενοι ναῦς εἴκοσι καὶ στρατηγὸν ἐπιστήσαντες Πόπλιον Σκιπίωνα κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν , ἐξαπέστελλον μετὰ σπουδῆς πρὸς τὸν ἀδελφὸν Γνάιον , κοινῇ πράξοντα μετʼ ἐκείνου τὰ κατὰ τὴν Ἰβηρίαν .
3.97.3 πάνυ γὰρ ἠγωνίων μὴ κρατήσαντες Καρχηδόνιοι τῶν τόπων ἐκείνων καὶ περιποιησάμενοι χορηγίας ἀφθόνους καὶ χεῖρας ἀντιποιήσωνται μὲν τῆς θαλάττης ὁλοσχερέστερον , συνεπιθῶνται δὲ τοῖς κατὰ τὴν Ἰταλίαν , στρατόπεδα πέμποντες καὶ χρήματα τοῖς περὶ τὸν Ἀννίβαν .
3.97.4 διόπερ ἐν μεγάλῳ τιθέμενοι καὶ τοῦτον τὸν πόλεμον ἐξαπέστειλαν τάς τε ναῦς καὶ τὸν Πόπλιον . ὃς καὶ παραγενόμενος εἰς Ἰβηρίαν καὶ συμμίξας τἀδελφῷ μεγάλην παρεῖχε χρείαν τοῖς κοινοῖς πράγμασιν .
3.97.5 οὐδέποτε γὰρ πρότερον θαρρήσαντες διαβῆναι τὸν Ἴβηρα ποταμόν , ἀλλʼ ἀσμενίζοντες τῇ τῶν ἐπὶ τάδε φιλίᾳ καὶ συμμαχίᾳ τότε διέβησαν καὶ τότε πρῶτον ἐθάρρησαν ἀντιποιεῖσθαι τῶν πέραν πραγμάτων , μεγάλα καὶ ταὐτομάτου συνεργήσαντος σφίσι πρὸς τοὺς περιεστῶτας καιρούς .
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 3.96.9 | Polyb. 3.97.2 (English) | >>Polyb. 3.98.1 |