Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.98.11 Polyb. 3.99.7 (English) >>Polyb. 3.100.5

3.99.5 μετὰ δὲ ταῦτα παραλαβὼν τοὺς ἐπιτηδείους τῶν φίλων ἧκε πρὸς τὸν Βώστορα καί, παραδοθέντων αὐτῷ τῶν παίδων ἐκ τῆς Ζακάνθης, νυκτὸς ποιησάμενος τὴν ἔξοδον, ὡς θέλων λαθεῖν, παραπορευθεὶς τὸν χάρακα τῶν πολεμίων ἧκε πρὸς τὸν τεταγμένον καιρὸν καὶ τόπον καὶ πάντας ἐνεχείρισε τοὺς ὁμήρους τοῖς ἡγεμόσι τῶν Ῥωμαίων. 3.99.6 οἱ δὲ περὶ τὸν Πόπλιον ἐτίμησάν τε διαφερόντως τὸν Ἀβίλυγα καὶ πρὸς τὴν ἀποκατάστασιν τῶν ὁμήρων εἰς τὰς πατρίδας ἐχρήσαντο τούτῳ, συμπέμψαντες τοὺς ἐπιτηδείους. 3.99.7 ὃς ἐπιπορευόμενος τὰς πόλεις καὶ διὰ τῆς τῶν παίδων ἀποκαταστάσεως τιθεὶς ὑπὸ τὴν ὄψιν τὴν τῶν Ῥωμαίων πρᾳότητα καὶ μεγαλοψυχίαν παρὰ τὴν Καρχηδονίων ἀπιστίαν καὶ βαρύτητα καὶ προσπαρατιθεὶς τὴν αὑτοῦ μετάθεσιν πολλοὺς Ἰβήρων παρώρμησε πρὸς τὴν τῶν Ῥωμαίων φιλίαν. 3.99.8 Βώστωρ δὲ παιδικώτερον κατὰ τὴν ἡλικίαν δόξας ἐγκεχειρικέναι τοὺς ὁμήρους τοῖς πολεμίοις οὐκ εἰς τοὺς τυχόντας ἐπεπτώκει κινδύνους. 3.99.9 καὶ τότε μέν, ἤδη τῆς ὥρας κατεπειγούσης, διέλυον εἰς παραχειμασίαν ἀμφότεροι τὰς δυνάμεις, ἱκανοῦ τινος ἐκ τῆς τύχης γεγονότος συνεργήματος τοῖς Ῥωμαίοις τοῦ περὶ τοὺς παῖδας πρὸς τὰς ἐπικειμένας ἐπιβολάς. καὶ τὰ μὲν κατὰ τὴν Ἰβηρίαν ἐν τούτοις ἦν.

3.100.1

δὲ στρατηγὸς Ἀννίβας, ὅθεν ἀπελίπομεν, πυνθανόμενος παρὰ τῶν κατασκόπων πλεῖστον ὑπάρχειν σῖτον ἐν τῇ περὶ τὴν Λουκαρίαν καὶ τὸ καλούμενον Γερούνιον χώρᾳ, πρὸς δὲ τὴν συναγωγὴν εὐφυῶς ἔχειν τὸ Γερούνιον,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.98.11 Polyb. 3.99.7 (English) >>Polyb. 3.100.5

Powered by PhiloLogic