30.10.2 κίονας γὰρ κατεσκεύαζε Περσεύς, καὶ ταύτας καταλαβὼν ἀτελεῖς Λεύκιος Αἰμίλιος ἐτελείωσε καὶ τὰς ἰδίας εἰκόνας ἐπέστησεν. —
30.10.3
Ὁ δὲ θαυμάσας τὴν τῆς πόλεως θέσιν καὶ τὴν τῆς ἀκροπόλεως εὐκαιρίαν πρός τε τοὺς ἐντὸς Ἰσθμοῦ καὶ πρὸς τοὺς ἐκτὸς ἀπολαμβανομένους τόπους. —
30.10.4
Ἐπισημηνάμενος δὲ τοῦ Σικυῶνος τὴν ὀχυρότητα καὶ τὸ βάρος τῆς τῶν Ἀργείων πόλεως ἦλθεν εἰς Ἐπίδαυρον. —
30.10.5
Πάλαι μετέωρος ὢν πρὸς τὴν τῆς Ὀλυμπίας θέαν ὥρμησε. —
Πολύβιος·
30.10.6 Λεύκιος Αἰμίλιος παρῆν εἰς τὸ τέμενος τὸ ἐν Ὀλυμπίᾳ, καὶ τὸ ἄγαλμα θεασάμενος ἐξεπλάγη καὶ τοσοῦτον εἶπεν ὅτι μόνος αὐτῷ δοκεῖ Φειδίας τὸν παρʼ Ὁμήρῳ Δία μεμιμῆσθαι, διότι μεγάλην ἔχων προσδοκίαν τῆς Ὀλυμπίας μείζω τῆς προσδοκίας εὑρηκὼς εἴη τὴν ἀλήθειαν. —
30.11.1
Ὅτι Αἰτωλοὶ τὸν βίον ἀπὸ λῃστείας καὶ τῆς τοιαύτης παρανομίας εἰώθεισαν ἔχειν.
30.11.2 καὶ ἕως μὲν ἐξῆν τοὺς Ἕλληνας φέρειν καὶ λεηλατεῖν, ἐκ τούτων ἐπορίζοντο τοὺς βίους, πᾶσαν γῆν ἡγούμενοι πολεμίαν·
30.11.3 μετὰ δὲ ταῦτα Ῥωμαίων ἐπιστάντων τοῖς πράγμασι κωλυθέντες τῆς ἔξωθεν ἐπικουρίας εἰς ἑαυτοὺς κατήντησαν.
30.11.4 καὶ πρότερον μὲν κατὰ τὸν ἐμφύλιον πόλεμον οὐκ ἔστιν ὃ τῶν δεινῶν οὐκ ἔπραξαν·
30.11.5 βραχεῖ δʼ ἀνώτερον χρόνῳ γεγευμένοι τοῦ φόνου τοῦ κατʼ ἀλλήλων ἐν ταῖς κατὰ τὴν Ἀρσινοΐαν σφαγαῖς ἕτοιμοι πρὸς πᾶν ἦσαν, ἀποτεθηριωμένοι τὰς ψυχάς, ὥστε μηδὲ βουλὴν διδόναι τοῖς προεστῶσι.