Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.13.6 Polyb. 30.16.1 (English) >>Polyb. 30.18.1

30.13.11 περὶ μὲν οὖν τούτων μετά τινα χρόνον ἐξέπεμπεν στρατηγὸς τὰς ἐπιστολὰς καὶ τοὺς πρέσβεις, καίπερ οὐκ εὐδοκούμενος κατά γε τὴν αὑτοῦ γνώμην ταῖς τῶν περὶ τὸν Λυκίσκον καὶ Καλλικράτην διαβολαῖς, ὡς ἐξ αὐτῶν τῶν πραγμάτων ὕστερον ἐγένετο καταφανές. —

30.14.1

Ὅτι τῆς αὐτῆς ψυχῆς ἐστιν ἀγῶνάς τε διατίθεσθαι καλῶς καὶ παρασκευὴν καὶ πότον μεγαλομερῆ χειρίσαι δεόντως καὶ παρατάξασθαι τοῖς πολεμίοις στρατηγικῶς. —

30.15.1

Τῶν γοῦν Ἠπειρωτῶν ἑβδομήκοντα πόλεις Πολύβιός φησιν ἀνατρέψαι Παῦλον μετὰ τὴν Μακεδόνων καὶ Περσέως κατάλυσιν· Μολοττῶν δʼ ὑπάρξαι τὰς πλείστας· πέντε δὲ καὶ δέκα μυριάδας ἀνθρώπων ἐξανδραποδίσασθαι.

III. Res Aegypti 30.16.1

Ὅτι κατὰ τὴν Αἴγυπτον οἱ βασιλεῖς ἀπολελυμένοι τοῦ πρὸς Ἀντίοχον πολέμου πρῶτον μὲν εἰς Ῥώμην πρεσβευτὴν ἐξέπεμψαν Νουμήνιον, ἕνα τῶν φίλων, εὐχαριστήσοντα περὶ τῶν εἰς αὐτοὺς γεγονότων εὐεργετημάτων· 30.16.2 ἀπέλυσαν δὲ καὶ τὸν Λακεδαιμόνιον Μεναλκίδαν, ἐνεργῶς κεχρημένον τοῖς κατὰ τῆς βασιλείας καιροῖς πρὸς τὴν ἰδίαν ἐπανόρθωσιν, Γαΐου Ποπιλίου τὴν ὑπὲρ τῆς ἀπολύσεως χάριν αἰτησαμένου παρὰ τῶν βασιλέων.

B. Olymp. 153, 2. I. Res Italiae 30.17.1

Ὅτι κατὰ τὸν καιρὸν τοῦτον Κότυς τῶν Ὀδρυσῶν βασιλεὺς ἀπέστειλε πρεσβευτὰς εἰς τὴν Ῥώμην, ἀξιῶν ἀποδοθῆναι τὸν υἱὸν αὑτῷ καὶ περὶ τῆς γενομένης πρὸς Περσέα κοινοπραγίας δικαιολογούμενος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.13.6 Polyb. 30.16.1 (English) >>Polyb. 30.18.1

Powered by PhiloLogic