Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.17.1 Polyb. 30.18.5 (English) >>Polyb. 30.19.7

30.18.3 ὅς γε πρῶτον μέν, πρεσβευτῶν παραγεγονότων Ῥωμαϊκῶν πρὸς αὐτόν, ἐξυρημένος τὴν κεφαλὴν καὶ πιλίον ἔχων λευκὸν καὶ τήβενναν καὶ καλικίους ἀπήντα τούτοις, καὶ καθόλου τοιαύτῃ διασκευῇ κεχρημένος οἵαν ἔχουσιν οἱ προσφάτως ἠλευθερωμένοι παρὰ Ῥωμαίοις, οὓς καλοῦσι λιβέρτους· 30.18.4 καὶ δεξιωσάμενος τοὺς πρεσβευτάς Ὁρᾶτʼ ἔφη τὸν ὑμέτερον λίβερτον ἐμέ, πάντα βουλόμενον χαρίζεσθαι καὶ μιμεῖσθαι τὰ παρʼ ὑμῖν. ἧς ἀγεννεστέραν φωνὴν οὐ ῥᾴδιον εὑρεῖν. 30.18.5 τότε δὲ κατὰ τὴν εἴσοδον γενόμενος τὴν εἰς τὴν σύγκλητον, στὰς κατὰ τὸ θύρετρον ἀντίος τοῦ συνεδρίου καὶ καθεὶς τὰς χεῖρας ἀμφοτέρας προσεκύνησε τὸν οὐδὸν καὶ τοὺς καθημένους, ἐπιφθεγξάμενος Χαίρετε, θεοὶ σωτῆρες, ὑπερβολὴν οὐ καταλιπὼν ἀνανδρίας, ἅμα δὲ καὶ γυναικισμοῦ καὶ κολακείας οὐδενὶ τῶν ἐπιγινομένων. 30.18.6 ἀκόλουθα δὲ τούτοις καὶ κατὰ τὴν κοινολογίαν εἰσελθὼν ἐπετελέσατο, περὶ ὧν καὶ τὸ γράφειν ἀπρεπὲς ἦν. 30.18.7 φανεὶς δὲ τελέως εὐκαταφρόνητος ἀπόκρισιν ἔλαβε διʼ αὐτὸ τοῦτο φιλάνθρωπον.

30.19.1

Ἤδη δὲ τούτου τὰς ἀποκρίσεις εἰληφότος, προσέπεσε παραγίνεσθαι τὸν Εὐμένη. 30.19.2 τοῦτο δὲ τὸ πρᾶγμα πολλὴν ἀπορίαν παρέσχε τοῖς ἐν τῷ συνεδρίῳ· διαβεβλημένοι γὰρ πρὸς αὐτὸν καὶ διαλήψεις ἀμεταθέτους ἔχοντες οὐκ ἐβούλοντο κατʼ οὐδένα τρόπον ἐμφανίζειν αὑτούς. 30.19.3 πᾶσι γὰρ ἀναδεδειχότες πρῶτον καὶ μέγιστον φίλον τὸν βασιλέα τοῦτον ἔμελλον εἰς ὄψιν ἐλθόντες καὶ προσδεξάμενοι δικαιολογίαν, εἰ μὲν τὸ δοκοῦν ἀποκριθεῖεν ἀκολουθοῦντες ταῖς ἰδίαις διαλήψεσιν, ἐκθεατριεῖν αὑτούς, εἰ τοιοῦτον ἄνθρωπον ἐπὶ τοσοῦτον ἐξετίμησαν ἐν τοῖς ἀνώτερον χρόνοις,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.17.1 Polyb. 30.18.5 (English) >>Polyb. 30.19.7

Powered by PhiloLogic