Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.18.5 Polyb. 30.19.4 (English) >>Polyb. 30.19.14

30.19.2 τοῦτο δὲ τὸ πρᾶγμα πολλὴν ἀπορίαν παρέσχε τοῖς ἐν τῷ συνεδρίῳ· διαβεβλημένοι γὰρ πρὸς αὐτὸν καὶ διαλήψεις ἀμεταθέτους ἔχοντες οὐκ ἐβούλοντο κατʼ οὐδένα τρόπον ἐμφανίζειν αὑτούς. 30.19.3 πᾶσι γὰρ ἀναδεδειχότες πρῶτον καὶ μέγιστον φίλον τὸν βασιλέα τοῦτον ἔμελλον εἰς ὄψιν ἐλθόντες καὶ προσδεξάμενοι δικαιολογίαν, εἰ μὲν τὸ δοκοῦν ἀποκριθεῖεν ἀκολουθοῦντες ταῖς ἰδίαις διαλήψεσιν, ἐκθεατριεῖν αὑτούς, εἰ τοιοῦτον ἄνθρωπον ἐπὶ τοσοῦτον ἐξετίμησαν ἐν τοῖς ἀνώτερον χρόνοις, 30.19.4 εἰ δὲ δουλεύοντες τῇ τῶν ἐκτὸς φαντασίᾳ φιλανθρώπως ἀποκριθεῖεν, παρόψεσθαι τὴν ἀλήθειαν καὶ τὸ τῇ πατρίδι συμφέρον. 30.19.5 διόπερ ἐξ ἑκατέρας τῆς ἀποφάσεως μέλλοντος ἀπιθάνου τινὸς αὐτοῖς ἐξακολουθήσειν, εὕροντο λύσιν τοῦ προβλήματος τοιαύτην. 30.19.6 ὡς γὰρ καθόλου δυσαρεστούμενοι ταῖς τῶν βασιλέων ἐπιδημίαις δόγμα τι τοιοῦτον ἐξέβαλον, μηδένα βασιλέα παραγίνεσθαι πρὸς αὑτούς. 30.19.7 μετὰ δὲ ταῦτα πυθόμενοι τὸν Εὐμένη καταπεπλευκέναι τῆς Ἰταλίας εἰς Βρεντέσιον ἐπαπέστειλαν τὸν ταμίαν φέροντα τὸ δόγμα καὶ κελεύσοντα λέγειν πρὸς αὑτόν, εἴ τι τυγχάνει τῆς συγκλήτου χρείαν ἔχων· 30.19.8 εἰ δὲ μηδενὸς δεῖται, παραγγελοῦντα τὴν ταχίστην αὐτὸν ἐκ τῆς Ἰταλίας ἀπαλλάττεσθαι. 30.19.9 δὲ βασιλεύς, συμμίξαντος αὐτῷ τοῦ ταμίου, γνοὺς τὴν τῆς συγκλήτου προαίρεσιν εἰς τέλος ἀπεσιώπησεν, οὐδενὸς φήσας προσδεῖσθαι.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.18.5 Polyb. 30.19.4 (English) >>Polyb. 30.19.14

Powered by PhiloLogic