30.23.1
Ὅτι ἐξεπολέμησαν κατὰ τὸν καιρὸν τοῦτον Κνώσιοι μετὰ Γορτυνίων πρὸς τοὺς Ῥαυκίους καὶ συνθήκας ἐποιήσαντο πρὸς ἀλλήλους ἐνόρκους μὴ πρότερον λύσειν τὸν πόλεμον πρὶν ἢ κατὰ κράτος ἑλεῖν τὴν Ῥαῦκον.
30.23.2 οἱ δὲ Ῥόδιοι κομισάμενοι τὰ περὶ τῶν Καυνίων καὶ θεωροῦντες οὐ καταλήγουσαν τὴν ὀργὴν τῶν Ῥωμαίων, ἐπειδὴ περὶ πάντων ἀκολούθως ταῖς ἀποκρίσεσιν ἐπειθάρχησαν, εὐθέως τοὺς περὶ Ἀριστοτέλην πρεσβευτὰς καταστήσαντες ἐξέπεμπον εἰς τὴν Ῥώμην, δόντες ἐντολὰς πειράζειν πάλιν περὶ τῆς συμμαχίας.
30.23.3 οἳ καὶ παραγενηθέντες εἰς τὴν Ῥώμην θερείας ἀκμαζούσης εἰσῆλθον εἰς τὴν σύγκλητον καὶ παραυτίκα περὶ τοῦ πεπειθαρχηκέναι τὸν δῆμον τοῖς ἐπιταττομένοις διεσάφουν καὶ παρεκάλουν ὑπὲρ τῆς συμμαχίας, πολλοὺς καὶ ποικίλους διατιθέμενοι λόγους. ἡ δὲ σύγκλητος ἔδωκεν ἀπόκρισιν,
30.23.4 ἐν ᾗ τὴν μὲν φιλίαν παρεσιώπησε, περὶ δὲ τῆς συμμαχίας οὐκ ἔφη καθήκειν αὑτῇ τοῦτο συγχωρεῖν Ῥοδίοις κατὰ τὸ παρόν. —
30.24.1
Ὅμοιοι γὰρ ἦσαν οἱ τὴν Περαίαν κατοικοῦντες τοῖς οἰκέταις τοῖς ἐκ τῶν δεσμῶν ἀνελπίστως λελυμένοις,
30.24.2 οἵτινες ἀπιστοῦντες τοῖς παροῦσι μείζω μὲν διαβαίνουσι τῆς κατὰ φύσιν κινήσεως, οὐ δοκοῦσι δὲ γινώσκεσθαι παρὰ τοῖς ἀπαντῶσιν οὐδὲ συνορᾶσθαι διότι λέλυνται σαφῶς, ἐὰν μή τι παράλογον ποιῶσι καὶ τῶν ἄλλων ἐξηλλαγμένον.