Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.2.10 Polyb. 30.3.7 (English) >>Polyb. 30.4.6

30.3.4 τὸν δὲ κατὰ τοῦ βασιλέως λόγον καὶ τὸν περὶ τοῦ μερισμοῦ τῆς ἀρχῆς εἰς τέλος παρεσιώπησεν. 30.3.5 δὲ σύγκλητος ὑπολαμβάνουσα πάλιν αὐτὸν ἰδίᾳ περὶ τούτων εἰσπορεύσεσθαι, τούς τε πρεσβευτὰς συμπέμψειν ὑπέσχετο καὶ τοῖς εἰθισμένοις δώροις ἐτίμησεν αὐτὸν μεγαλομερῶς· ἐπηγγείλατο δὲ καὶ τὰς προειρημένας πόλεις δώσειν. 30.3.6 ἐπειδὴ δὲ παραυτὰ τυχὼν τῶν φιλανθρώπων ὥρμησεν ἐκ τῆς Ῥώμης οὐδὲν ποιήσας τῶν προσδοκωμένων, διαψευσθεῖσα τῶν ἐλπίδων σύγκλητος ἄλλο μὲν οὐδὲν εἶχε ποιεῖν, 30.3.7 ἔτι δὲ κατὰ τὴν Ἰταλίαν ὄντος αὐτοῦ τὴν μὲν Αἶνον καὶ τὴν Μαρώνειαν ἠλευθέρωσεν, ἀθετήσασα τὴν ἐπαγγελίαν, τοὺς δὲ περὶ τὸν Πόπλιον Λικίννιον ἔπεμψε πρεσβευτὰς πρὸς τοὺς Γαλάτας. 30.3.8 οἷς ποίας μὲν ἔδωκεν ἐντολὰς εἰπεῖν οὐ ῥᾴδιον, στοχάζεσθαι δʼ ἐκ τῶν μετὰ ταῦτα συμβάντων οὐ δυσχερές. 30.3.9 τοῦτο δʼ ἔσται δῆλον ἐκ τῶν πράξεων αὐτῶν.

30.4.1

Ἧκον δὲ καὶ παρὰ Ῥοδίων πρέσβεις, πρῶτον μὲν οἱ περὶ Φιλοκράτην, μετὰ δὲ τούτους οἱ περὶ Φιλόφρονα καὶ Ἀστυμήδην. 30.4.2 οἱ γὰρ Ῥόδιοι κομισάμενοι τὴν ἀπόκρισιν, ἣν οἱ περὶ τὸν Ἁγέπολιν ἔλαβον εὐθέως μετὰ τὴν παράταξιν, καὶ θεωροῦντες ἐκ ταύτης τὴν πρὸς αὑτοὺς ὀργὴν καὶ τὴν ἀνάτασιν τῆς συγκλήτου παραυτίκα τὰς προειρημένας πρεσβείας ἐξέπεμψαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.2.10 Polyb. 30.3.7 (English) >>Polyb. 30.4.6

Powered by PhiloLogic