Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.29.5 Polyb. 30.30.6 (English) >>Polyb. 30.31.6

30.30.3 τοὺς δὲ τὰ Ῥωμαίων αἱρουμένους καὶ βουλομένους πολιτεύεσθαι τοῖς τῆς συγκλήτου δόγμασιν ἀκολούθως κατὰ πάντα τρόπον ἐλαττοῦν. 30.30.4 ἦσαν δέ τινες πρεσβευταὶ καὶ παρὰ τῶν τῆς Ἀσίας πόλεων, οἳ κατηγόρουν τοῦ βασιλέως, ἔμφασιν ποιοῦντες τῆς πρὸς τὸν Ἀντίοχον κοινοπραγίας. 30.30.5 δὲ σύγκλητος διακούσασα τῶν κατηγορούντων οὔτʼ ἀπέρριπτε τὰς διαβολὰς οὔτʼ ἐξέφαινε τὴν ἑαυτῆς γνώμην, ἀλλὰ συνετήρει παρʼ ἑαυτῇ, διαπιστοῦσα καθόλου τοῖς περὶ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον· 30.30.6 τοῖς γε μὴν Γαλάταις ἀεί τι προσετίθει καὶ συνεπίσχυε περὶ τῆς ἐλευθερίας. 30.30.7 οἱ δὲ περὶ τὸν Τεβέριον ἥκοντες ἀπὸ τῆς πρεσβείας οὐδὲν περιττότερον ἠδυνήθησαν οὔτʼ αὐτοὶ διαλαβεῖν οὔτε τῇ συγκλήτῳ διασαφῆσαι περὶ τῶν κατὰ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον, ἤπερ καὶ πρότερον ὄντες ἐν τῇ Ῥώμῃ διελάμβανον. 30.30.8 οὕτως αὐτοὺς οἱ βασιλεῖς ἐξετέμοντο τῇ κατὰ τὴν ἀπάντησιν φιλανθρωπίᾳ.

30.31.1

Μετὰ δὲ ταῦτα προσκαλεσαμένη τοὺς Ῥοδίους διήκουε τούτων. 30.31.2 δʼ Ἀστυμήδης εἰσελθὼν μετρίως ἔστη καὶ βέλτιον κατὰ τὴν πρὸ ταύτης πρεσβείαν· 30.31.3 ἀφέμενος γὰρ τοῦ κατηγορεῖν τῶν ἄλλων ὥρμησεν ἐπὶ τὸ παραιτεῖσθαι, καθάπερ οἱ μαστιγούμενοι τὰς πληγάς, φάσκων ἱκανοῖς προστίμοις περιπεπτωκέναι τὴν πατρίδα καὶ μείζοσι τῆς ἁμαρτίας. καὶ προσθέμενος ἐξηγεῖτο τὰς ἐλαττώσεις,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.29.5 Polyb. 30.30.6 (English) >>Polyb. 30.31.6

Powered by PhiloLogic