Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.31.4 Polyb. 30.31.11 (English) >>Polyb. 30.31.19

30.31.8 θέλοντες πειθαρχεῖν τοῖς ὑμετέροις προστάγμασιν. 30.31.9 ἐξ ὧν μείζονα φόρον ἐπιτεθείκατε τοῖς Ῥοδίοις τῆς ἀγνοίας Μακεδόσι τοῖς διὰ παντὸς πολεμίοις ὑμῖν ὑπάρξασι. τὸ δὲ μέγιστον σύμπτωμα τῆς πόλεως· 30.31.10 καταλέλυται γὰρ τοῦ λιμένος πρόσοδος ὑμῶν, Δῆλον μὲν ἀτελῆ πεποιηκότων, ἀφῃρημένων δὲ τὴν τοῦ δήμου παρρησίαν, διʼ ἧς καὶ τὰ κατὰ τὸν λιμένα καὶ τἄλλα πάντα τῆς πόλεως ἐτύγχανε τῆς ἁρμοζούσης προστασίας. 30.31.11 ὅτι δὲ τοῦτʼ ἔστιν ἀληθὲς οὐ δυσχερὲς καταμαθεῖν· 30.31.12 τοῦ γὰρ ἐλλιμενίου κατὰ τοὺς ἀνώτερον χρόνους εὑρίσκοντος ἑκατὸν μυριάδας δραχμῶν, νῦν ἀφῃρήκατε πεντεκαίδεκα μυριάδας, ὥστε καὶ λίαν, ἄνδρες Ῥωμαῖοι, τὴν ὑμετέραν ὀργὴν ἧφθαι τῶν κυρίων πόρων τῆς πόλεως. 30.31.13 εἰ μὲν οὖν συμβεβήκει πάνδημον γεγονέναι τὴν ἁμαρτίαν καὶ τὴν ἀλλοτριότητα τοῦ δήμου, τάχʼ ἴσως ἐδοκεῖτε κἂν ὑμεῖς εὐλόγως ἐπίμονον καὶ δυσπαραίτητον ἔχειν τὴν ὀργήν· 30.31.14 εἰ δὲ σαφῶς ἴστε παντάπασιν ὀλίγους γεγονότας αἰτίους τῆς τοιαύτης ἀλογίας, καὶ τούτους ἅπαντας ἀπολωλότας ὑπʼ αὐτοῦ τοῦ δήμου, τί πρὸς τοὺς μηδὲν αἰτίους ἀκαταλλάκτως ἔχετε, 30.31.15 καὶ ταῦτα πρὸς τοὺς ἄλλους ἅπαντας εἶναι δοκοῦντες πρᾳότατοι καὶ μεγαλοψυχότατοι; 30.31.16 διόπερ, ἄνδρες, ἀπολωλεκὼς δῆμος τὰς προσόδους, τὴν παρρησίαν, τὴν ἰσολογίαν, ὑπὲρ ὧν τὸν πρὸ τοῦ χρόνον πᾶν ἀναδεχόμενος διατετέλεκεν,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.31.4 Polyb. 30.31.11 (English) >>Polyb. 30.31.19

Powered by PhiloLogic