Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.31.5 Polyb. 30.31.14 (English) >>Polyb. 30.32.2

30.31.11 ὅτι δὲ τοῦτʼ ἔστιν ἀληθὲς οὐ δυσχερὲς καταμαθεῖν· 30.31.12 τοῦ γὰρ ἐλλιμενίου κατὰ τοὺς ἀνώτερον χρόνους εὑρίσκοντος ἑκατὸν μυριάδας δραχμῶν, νῦν ἀφῃρήκατε πεντεκαίδεκα μυριάδας, ὥστε καὶ λίαν, ἄνδρες Ῥωμαῖοι, τὴν ὑμετέραν ὀργὴν ἧφθαι τῶν κυρίων πόρων τῆς πόλεως. 30.31.13 εἰ μὲν οὖν συμβεβήκει πάνδημον γεγονέναι τὴν ἁμαρτίαν καὶ τὴν ἀλλοτριότητα τοῦ δήμου, τάχʼ ἴσως ἐδοκεῖτε κἂν ὑμεῖς εὐλόγως ἐπίμονον καὶ δυσπαραίτητον ἔχειν τὴν ὀργήν· 30.31.14 εἰ δὲ σαφῶς ἴστε παντάπασιν ὀλίγους γεγονότας αἰτίους τῆς τοιαύτης ἀλογίας, καὶ τούτους ἅπαντας ἀπολωλότας ὑπʼ αὐτοῦ τοῦ δήμου, τί πρὸς τοὺς μηδὲν αἰτίους ἀκαταλλάκτως ἔχετε, 30.31.15 καὶ ταῦτα πρὸς τοὺς ἄλλους ἅπαντας εἶναι δοκοῦντες πρᾳότατοι καὶ μεγαλοψυχότατοι; 30.31.16 διόπερ, ἄνδρες, ἀπολωλεκὼς δῆμος τὰς προσόδους, τὴν παρρησίαν, τὴν ἰσολογίαν, ὑπὲρ ὧν τὸν πρὸ τοῦ χρόνον πᾶν ἀναδεχόμενος διατετέλεκεν, 30.31.17 ἀξιοῖ καὶ δεῖται πάντων ὑμῶν, ἱκανὰς ἔχων πληγάς, λήξαντας τῆς ὀργῆς διαλυθῆναι καὶ συνθέσθαι τὴν συμμαχίαν, ἵνα γένηται τοῦτο συμφανὲς ἅπασιν ὅτι τὴν μὲν ὀργὴν ἀποτέθεισθε τὴν πρὸς Ῥοδίους, ἀνακεχωρήκατε δʼ ἐπὶ τὴν ἐξ ἀρχῆς αἵρεσιν καὶ φιλίαν. τούτου γὰρ χρείαν ἔχει νῦν δῆμος, 30.31.18 οὐ τῆς διὰ τῶν ὅπλων καὶ στρατιωτῶν συμμαχίας. ταῦτα μὲν οὖν καὶ τούτοις παραπλήσια διαλεχθεὶς Ἀστυμήδης ἐδόκει πρεπόντως τοῖς καιροῖς πεποιῆσθαι τοὺς λόγους·


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.31.5 Polyb. 30.31.14 (English) >>Polyb. 30.32.2

Powered by PhiloLogic