Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.30.3 Polyb. 30.31.4 (English) >>Polyb. 30.31.11

30.30.8 οὕτως αὐτοὺς οἱ βασιλεῖς ἐξετέμοντο τῇ κατὰ τὴν ἀπάντησιν φιλανθρωπίᾳ.

30.31.1

Μετὰ δὲ ταῦτα προσκαλεσαμένη τοὺς Ῥοδίους διήκουε τούτων. 30.31.2 δʼ Ἀστυμήδης εἰσελθὼν μετρίως ἔστη καὶ βέλτιον κατὰ τὴν πρὸ ταύτης πρεσβείαν· 30.31.3 ἀφέμενος γὰρ τοῦ κατηγορεῖν τῶν ἄλλων ὥρμησεν ἐπὶ τὸ παραιτεῖσθαι, καθάπερ οἱ μαστιγούμενοι τὰς πληγάς, φάσκων ἱκανοῖς προστίμοις περιπεπτωκέναι τὴν πατρίδα καὶ μείζοσι τῆς ἁμαρτίας. καὶ προσθέμενος ἐξηγεῖτο τὰς ἐλαττώσεις, 30.31.4 κεφαλαιωδῶς διεξιών, πρῶτον μὲν ὅτι Λυκίαν καὶ Καρίαν ἀπολωλέκασιν, εἰς ἣν ἐξ ἀρχῆς μὲν ἐδαπάνησαν χρημάτων ἱκανὸν πλῆθος, τριττοὺς πολέμους ἀναγκασθέντες πολεμεῖν αὐτοῖς, νυνὶ δὲ προσόδων ἐστέρηνται πολλῶν ὧν ἐλάμβανον παρὰ τῶν προειρημένων. 30.31.5 ἀλλʼ ἴσως ἔφη ταῦτα μὲν ἔχει λόγον· καὶ γὰρ ἐδώκαθʼ ὑμεῖς αὐτὰ τῷ δήμῳ, μετὰ χάριτος διὰ τὴν εὔνοιαν, καὶ ἀφανίζοντες αὐτὰ κατὰ λόγον ἐδοκεῖτε τοῦτο πράττειν, ἐμπεσούσης τινὸς ὑποψίας καὶ διαφορᾶς ὑμῖν. 30.31.6 ἀλλὰ Καῦνον δήπου διακοσίων ταλάντων ἐξηγοράσαμεν παρὰ τῶν Πτολεμαίου στρατηγῶν καὶ Στρατονίκειαν ἐλάβομεν ἐν μεγάλῃ χάριτι παρʼ Ἀντιόχου τοῦ Σελεύκου· 30.31.7 καὶ παρὰ τούτων τῶν πόλεων ἀμφοτέρων ἑκατὸν καὶ εἴκοσι τάλαντα τῷ δήμῳ πρόσοδος ἔπιπτε καθʼ ἕκαστον ἔτος. τούτων ἁπασῶν ἐστερήμεθα τῶν προσόδων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.30.3 Polyb. 30.31.4 (English) >>Polyb. 30.31.11

Powered by PhiloLogic