Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.30.6 Polyb. 30.31.6 (English) >>Polyb. 30.31.15

30.31.4 κεφαλαιωδῶς διεξιών, πρῶτον μὲν ὅτι Λυκίαν καὶ Καρίαν ἀπολωλέκασιν, εἰς ἣν ἐξ ἀρχῆς μὲν ἐδαπάνησαν χρημάτων ἱκανὸν πλῆθος, τριττοὺς πολέμους ἀναγκασθέντες πολεμεῖν αὐτοῖς, νυνὶ δὲ προσόδων ἐστέρηνται πολλῶν ὧν ἐλάμβανον παρὰ τῶν προειρημένων. 30.31.5 ἀλλʼ ἴσως ἔφη ταῦτα μὲν ἔχει λόγον· καὶ γὰρ ἐδώκαθʼ ὑμεῖς αὐτὰ τῷ δήμῳ, μετὰ χάριτος διὰ τὴν εὔνοιαν, καὶ ἀφανίζοντες αὐτὰ κατὰ λόγον ἐδοκεῖτε τοῦτο πράττειν, ἐμπεσούσης τινὸς ὑποψίας καὶ διαφορᾶς ὑμῖν. 30.31.6 ἀλλὰ Καῦνον δήπου διακοσίων ταλάντων ἐξηγοράσαμεν παρὰ τῶν Πτολεμαίου στρατηγῶν καὶ Στρατονίκειαν ἐλάβομεν ἐν μεγάλῃ χάριτι παρʼ Ἀντιόχου τοῦ Σελεύκου· 30.31.7 καὶ παρὰ τούτων τῶν πόλεων ἀμφοτέρων ἑκατὸν καὶ εἴκοσι τάλαντα τῷ δήμῳ πρόσοδος ἔπιπτε καθʼ ἕκαστον ἔτος. τούτων ἁπασῶν ἐστερήμεθα τῶν προσόδων, 30.31.8 θέλοντες πειθαρχεῖν τοῖς ὑμετέροις προστάγμασιν. 30.31.9 ἐξ ὧν μείζονα φόρον ἐπιτεθείκατε τοῖς Ῥοδίοις τῆς ἀγνοίας Μακεδόσι τοῖς διὰ παντὸς πολεμίοις ὑμῖν ὑπάρξασι. τὸ δὲ μέγιστον σύμπτωμα τῆς πόλεως· 30.31.10 καταλέλυται γὰρ τοῦ λιμένος πρόσοδος ὑμῶν, Δῆλον μὲν ἀτελῆ πεποιηκότων, ἀφῃρημένων δὲ τὴν τοῦ δήμου παρρησίαν, διʼ ἧς καὶ τὰ κατὰ τὸν λιμένα καὶ τἄλλα πάντα τῆς πόλεως ἐτύγχανε τῆς ἁρμοζούσης προστασίας. 30.31.11 ὅτι δὲ τοῦτʼ ἔστιν ἀληθὲς οὐ δυσχερὲς καταμαθεῖν·


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.30.6 Polyb. 30.31.6 (English) >>Polyb. 30.31.15

Powered by PhiloLogic