30.32.1
Ὅτι μετά τινα χρόνον εἰσῆλθον οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις, ἔχοντες ἐντολὰς ἀκολούθως ταῖς ἀποκρίσεσιν, αἷς πρότερον ἔλαβον·
30.32.2 αὗται δʼ ἦσαν διότι θαυμάζουσιν πῶς, ὑπὲρ ὧν αὐτοὶ κεκρίκασι, περὶ τούτων αὐτοὺς παρακαλοῦσιν κρίνειν.
30.32.3 διὸ τότε παρῆσαν οἱ περὶ τὸν Εὐρέαν, πάλιν ἐξ ἀρχῆς ἐμφανίζοντες διότι τὸ μὲν ἔθνος οὔτε δικαιολογουμένων ἀκήκοε τῶν κατῃτιαμένων οὔτε κρίσιν οὐδεμίαν πεποίηται περὶ αὐτῶν,
30.32.4 τὴν δὲ σύγκλητον ἀξιοῖ πρόνοιαν ποιήσασθαι τῶν ἀνθρώπων, ἵνα κρίσεως τύχωσι καὶ μὴ καταφθαρῶσιν ἄκριτοι,
30.32.5 καὶ μάλιστα μὲν αὐτὴν ἐξετάσασαν διασαφῆσαι τοὺς ἐνόχους ὄντας τοῖς ἐγκλήμασιν· εἰ δὲ διὰ τοὺς περισπασμοὺς αὐτὴ μὴ δύναται τοῦτο ποιῆσαι, τοῖς Ἀχαιοῖς ἐπιτρέψαι περὶ τοῦ πράγματος. οἳ πειράσονται μισοπονήρως χρήσασθαι τοῖς αἰτίοις.
30.32.6 ἡ δὲ σύγκλητος διακούσασα τῶν πρεσβευτῶν, ἀκολούθως ταῖς ἐντολαῖς διαλεγομένων, καὶ δυσχρηστοῦσα διὰ τὸ πανταχόθεν ἐξελέγχεσθαι·
30.32.7 τό τε γὰρ κρίνειν οὐκ ἐνόμιζεν αὑτῇ καθήκειν, τό τε χωρὶς κρίσεως ἀπολύειν τοὺς ἄνδρας πρόδηλον ἔχειν ἐδόκει τὸν ὄλεθρον τοῖς φίλοις αὐτῶν·
30.32.8 διόπερ ἀναγκαζομένη καὶ βουλομένη παρελέσθαι καθόλου τὴν ἐλπίδα τῶν πολλῶν ὑπὲρ τῆς τῶν κατεχομένων σωτηρίας, ἵνα συμμύσαντες πειθαρχῶσιν ἐν μὲν Ἀχαΐᾳ τοῖς περὶ τὸν Καλλικράτην, ἐν δὲ τοῖς ἄλλοις πολιτεύμασι τοῖς δοκοῦσιν εἶναι Ῥωμαίων, ἔγραψαν ἀπόκρισιν τοιαύτην,