Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.4.6 Polyb. 30.4.12 (English) >>Polyb. 30.5.1

30.4.9 ἦν δʼ νοῦς τῆς ἀποκρίσεως τοιοῦτος, ὅτι εἰ μὴ διʼ ὀλίγους ἀνθρώπους τοὺς αὑτῶν φίλους, καὶ μάλιστα διʼ αὐτούς, ᾔδεισαν καλῶς καὶ δικαίως ὡς δέον ἦν αὐτοῖς χρήσασθαι. 30.4.10 δʼ Ἀστυμήδης αὑτῷ μὲν ἐδόκει καλῶς εἰρηκέναι περὶ τῆς πατρίδος, οὐ μὴν τοῖς γε παρεπιδημοῦσιν οὐδὲ τοῖς οἴκοι μένουσιν τῶν Ἑλλήνων οὐδαμῶς ἤρεσκεν. 30.4.11 ἐξέβαλε γὰρ ἔγγραπτον μετὰ ταῦτα ποιήσας τὴν σύνταξιν τῆς δικαιολογίας, τοῖς πλείστοις τῶν ἀναλαμβανόντων εἰς τὰς χεῖρας ἄτοπος ἐφαίνετο καὶ τελέως ἀπίθανος. 30.4.12 συνεστήσατο γὰρ τὴν δικαιολογίαν οὐ μόνον ἐκ τῶν τῆς πατρίδος δικαίων, ἔτι δὲ μᾶλλον ἐκ τῆς τῶν ἄλλων κατηγορίας. 30.4.13 τὰ μὲν γὰρ εὐεργετήματα καὶ συνεργήματα παραβάλλων καὶ συγκρίνων τὰ μὲν τῶν ἄλλων ἐπειρᾶτο ψευδοποιεῖν καὶ ταπεινοῦν, τὰ δὲ τῶν Ῥοδίων ηὔξανε, πολλαπλασιάζων καθʼ ὅσον οἷός τʼ ἦν· 30.4.14 τὰ δʼ ἁμαρτήματα κατὰ τοὐναντίον τὰ μὲν τῶν ἄλλων ἐξωνείδιζε πικρῶς καὶ δυσμενικῶς, τὰ δὲ τῶν Ῥοδίων ἐπειρᾶτο περιστέλλειν, ἵνα κατὰ τὴν παράθεσιν τὰ μὲν οἰκεῖα μικρὰ καὶ συγγνώμης ἄξια φανῇ, τὰ δὲ τῶν πέλας μεγάλα καὶ ἀπαραίτητα τελέως, ἐφʼ οἷς ἔφη συγγνώμης τετευχέναι τοὺς ἡμαρτηκότας ἅπαντας. 30.4.15 τὸ δὲ γένος τοῦτο τῆς δικαιολογίας οὐδαμῶς ἂν πρέπειν ἀνδρὶ πολιτικῷ δόξειεν,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.4.6 Polyb. 30.4.12 (English) >>Polyb. 30.5.1

Powered by PhiloLogic