Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.3.9 Polyb. 30.4.8 (English) >>Polyb. 30.4.14

30.4.5 τότε δὴ παντάπασιν ἔξω τοῦ φρονεῖν γενόμενοι διὰ τὸν περὶ τῆς πατρίδος κίνδυνον εἰς τοιαύτην ἦλθον διάθεσιν ὥστε καὶ φαιὰ λαβεῖν ἱμάτια καὶ κατὰ τὰς παρακλήσεις μηκέτι παρακαλεῖν μηδʼ ἀξιοῦν τοὺς φίλους, ἀλλὰ δεῖσθαι μετὰ δακρύων μηδὲν ἀνήκεστον βουλεύσασθαι περὶ αὑτῶν. 30.4.6 μετὰ δέ τινας ἡμέρας εἰσαγαγόντος αὐτοὺς Ἀντωνίου τοῦ δημάρχου, τοῦ καὶ τὸν στρατηγὸν τὸν παρακαλοῦντα πρὸς τὸν πόλεμον κατασπάσαντος ἀπὸ τῶν ἐμβόλων, ἐποιεῖτο τοὺς λόγους πρῶτον μὲν Φιλόφρων, μετὰ δὲ τοῦτον Ἀστυμήδης. 30.4.7 ὅτε δὴ κατὰ τὴν παροιμίαν τὸ κύκνειον ἐξηχήσαντες ἔλαβον ἀποκρίσεις τοιαύτας, διʼ ὧν τοῦ μὲν ὁλοσχεροῦς φόβου τοῦ κατὰ τὸν πόλεμον ἐδόκουν παραλελύσθαι, 30.4.8 περὶ δὲ τῶν κατὰ μέρος ἐγκλημάτων αὐτοῖς σύγκλητος πικρῶς καὶ βαρέως ὠνείδισεν. 30.4.9 ἦν δʼ νοῦς τῆς ἀποκρίσεως τοιοῦτος, ὅτι εἰ μὴ διʼ ὀλίγους ἀνθρώπους τοὺς αὑτῶν φίλους, καὶ μάλιστα διʼ αὐτούς, ᾔδεισαν καλῶς καὶ δικαίως ὡς δέον ἦν αὐτοῖς χρήσασθαι. 30.4.10 δʼ Ἀστυμήδης αὑτῷ μὲν ἐδόκει καλῶς εἰρηκέναι περὶ τῆς πατρίδος, οὐ μὴν τοῖς γε παρεπιδημοῦσιν οὐδὲ τοῖς οἴκοι μένουσιν τῶν Ἑλλήνων οὐδαμῶς ἤρεσκεν. 30.4.11 ἐξέβαλε γὰρ ἔγγραπτον μετὰ ταῦτα ποιήσας τὴν σύνταξιν τῆς δικαιολογίας, τοῖς πλείστοις τῶν ἀναλαμβανόντων εἰς τὰς χεῖρας ἄτοπος ἐφαίνετο καὶ τελέως ἀπίθανος.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.3.9 Polyb. 30.4.8 (English) >>Polyb. 30.4.14

Powered by PhiloLogic