Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.4.15 Polyb. 30.5.4 (English) >>Polyb. 30.5.10

30.5.1

Τὴν δὲ προειρημένην ἀπόκρισιν οἱ μὲν περὶ τὸν Φιλοκράτην λαβόντες ἐξ αὐτῆς ὥρμησαν, οἱ δὲ περὶ τὸν Φιλόφρονα καὶ Ἀστυμήδην αὐτόθι μένοντες παρήδρευον χάριν τοῦ μηδὲν αὐτοὺς λανθάνειν τῶν προσπιπτόντων λεγομένων κατὰ τῆς πατρίδος. 30.5.2 προσπεσούσης δὲ τῆς ἀποκρίσεως ταύτης εἰς τὴν Ῥόδον, δόξαντες ἀπολελύσθαι τοῦ μεγίστου φόβου τοῦ κατὰ τὸν πόλεμον, τἄλλα καίπερ ἀκμὴν ὄντα δυσχερῆ ῥᾳδίως ἔφερον. 30.5.3 οὕτως αἰεὶ τὰ μείζω τῶν προσδοκωμένων κακῶν λήθην ποιεῖ τῶν ἐλαττόνων συμπτωμάτων. 30.5.4 διὸ καὶ παραχρῆμα ψηφισάμενοι τῇ Ῥώμῃ στέφανον ἀπὸ μυρίων χρυσῶν καὶ καταστήσαντες πρεσβευτὴν ἅμα καὶ ναύαρχον Θεαίδητον ἐξέπεμπον θερείας ἀρχομένης ἄγοντα τὸν στέφανον καὶ μετὰ τούτου τοὺς περὶ Ῥοδοφῶντα, πειρασομένους κατὰ πάντα τρόπον συμμαχίαν συνθέσθαι πρὸς Ῥωμαίους. 30.5.5 τοῦτο δʼ ἐποίησαν οὐ βουλόμενοι διὰ τοῦ ψηφίσματος καὶ πρεσβείας ἀποτυχεῖν, ἐὰν ἄλλως δόξῃ Ῥωμαίοις, διʼ αὐτῆς δὲ τῆς τοῦ ναυάρχου προαιρέσεως τὴν κατάπειραν ποιήσασθαι· τὴν γὰρ ἐξουσίαν εἶχε ταύτην ναύαρχος ἐκ τῶν νόμων. 30.5.6 οὕτως γὰρ ἦν πραγματικὸν τὸ πολίτευμα τῶν Ῥοδίων ὡς σχεδὸν ἔτη τετταράκοντα πρὸς τοῖς ἑκατὸν κεκοινωνηκὼς δῆμος Ῥωμαίοις τῶν ἐπιφανεστάτων καὶ καλλίστων ἔργων οὐκ ἐπεποίητο πρὸς αὐτοὺς συμμαχίαν. 30.5.7 τίνος δὲ χάριν οὕτως ἐχείριζον οἱ Ῥόδιοι τὰ καθʼ αὑτοὺς οὐκ ἄξιον παραλιπεῖν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.4.15 Polyb. 30.5.4 (English) >>Polyb. 30.5.10

Powered by PhiloLogic